Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.944
Not analysed yet
μην Ἐμμαοῦν λεγομένην, πρὸς ἀλλήλους ὡς οὐ ζῶντα προσδοκῶντες ἔτι τὸν Χριστὸν, ἀλλ' ὡς ἀνῃρημένου ἀνιώμενοι, ὡμίλουν λέγοντες τὰ περὶ αὐτοῦ. «Ἐν δὲ τῷ ὁμιλεῖν αὐτοὺς, καὶ αὐτὸς ὁ Ἰησοῦς προσελθὼν συνεπορεύετο αὐτοῖς, μὴ γινωσκόμενος ὑπ' αὐτῶν· ἐκρατοῦντο γὰρ οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ ἐπιγνῶναι αὐτόν. Καί φησιν πρὸς αὐτούς· Τί ποτέ ἐστι ὃ διαλέγεσθε πρὸς ἀλλήλους περιπατοῦντες σκυθρωποί; Ἀποκριθεὶς δὲ εἷς ἐξ αὐτῶν ᾧ ὄνομα Κλεόπας, εἶπε· Σὺ μόνος παροικεῖς ἐν Ἱερουσαλήμ;» καὶ ἑξῆς. Ἔπειτα τὴν φήμην τῆς ἀναστάσεως τὴν διὰ τῶν γυναικῶν, καὶ τὴν διὰ Πέτρου λέγουσι μὲν, οὐ πιστεύουσι δέ. Λέγοντες γάρ· «Καὶ γυναῖκες ἐξέστησαν ἡμᾶς τὸ σῶμα μὴ εὑροῦσαι,» οὐχ ἡγοῦντο πρὸς τὸ λεγόμενον ἀληθεύειν, οὐδὲ εὐαγγελισμὸν ἀληθείας, ἀλλ' ὡς ταραχῆς τινος καὶ ἐκστάσεως αἴτιον ὑπέλαβον εἶναι. Καὶ τὴν τοῦ Πέτρου μαρτυρίαν τὰ ὀθόνια μόνον ἐπὶ τοῦ μνήματος ἑωρακότος, οὐ πιστὴν εἶναι περὶ τὴν ἀνάστασιν ἐνόμιζον, ὅτι μὴ αὐτὸν εἶδον, ἔλεγεν, ἀλλ' ἐκ τοῦ μὴ κεῖσθαι τὸ ἀνεστηκέναι αὐτὸν ἐτεκμαίρετο. Ἰστέον δὲ ὅτι οὗτοι τῶν ἑβδομήκοντα ὑπῆρχον, καὶ ὁ μετὰ Κλέοπα ὁ Σίμων ἦν, οὐχ ὁ Πέτρος οὐδὲ ὁ ἀπὸ Κανᾶ, ἀλλ' ἕτερος τῶν ἑβδομήκοντα. Ἀρξάμενος ἀπὸ Μωϋσέως καὶ ἀπὸ πάντων τῶν προφητῶν, κ. τ. λ. (B f. 222) Ἀναγκαίαν ἐν τούτοις δείκνυσιν ὁ Κύριος τὴν τοῦ νόμου πρόοδον, καὶ τὴν τῶν προφητῶν λειτουργίαν, πίστιν ἐπὶ τῷ παραδόξῳ πράγματι προεισαγόντων, ἵν' ἐπιστάσης τῆς ἀναστάσεως οἱ θορυβούμενοι τῷ μεγέθει τοῦ πράγματος ἀναμνησθῶσι τῆς πάλαι προῤῥήσεως, καὶ εἰς τὸ πιστεύειν ἐπιστρέφοιντο. Διὸ παράγει μάρτυρα Μωϋσέα καὶ τοὺς προφήτας, τὸ ἐπικεκρυμμένον ἑρμηνεύων, καὶ τὰ τοῖς ἀναξίοις ἀσαφῆ σαφηνίζων τοῖς ἀξίοις, ἀρχαίαν τε καὶ πάτριον τὴν πίστιν αὐτοῖς ἐντιθεὶς ἐξ ὧν κατεῖχον Γραμμάτων ἱερῶν. Οὐδὲν γὰρ τῶν παρὰ Θεοῦ μάταιον, ἀλλὰ τάξις ἁπάντων καὶ χρεία τῶν καθέκαστον· ἐν τάξει προαπεστέλλοντο δοῦλοι, καὶ προῳκονόμουν τῇ τοῦ Δεσπότου παρουσίᾳ, ἀναγκαίαν τὴν προφητείαν εἰς τὴν πίστιν ἀνθρώποις προεισάγοντες· ἵν' ὥσπερ θησαυρὸς βασιλέως ἐν καιρῷ προβληθείη τὰ προειρημένα ἐξ ἀποκρύφου τῆς πρότερον ἀσαφείας, εἰς τοὐμφανὲς διὰ τῆς σαφηνείας, ἀποκαλυπτόμενα. Οὕτω δὴ προϋποκινήσας αὐτοὺς διὰ τῶν νομικῶν καὶ προφητικῶν Γραμμάτων, μετὰ ταῦτα ἐμφανέστερον ἤδη καθίστησιν ἑαυτὸν, ἀξιώσασιν οὖν ἐλθεῖν εἰς τὴν κώμην, ὅτε λαβὼν τὸν ἄρτον εὐλογήσας, καὶ κλάσας ἐπεδίδου· «Ἐκρατοῦντο γὰρ, φησὶν, οἱ ὀφθαλμοὶ αὐτῶν τοῦ μὴ γνῶναι αὐτὸν,» ἕως οὗ δηλονότι ὁ λόγος εἰσέλθῃ κινῶν τὴν καρδίαν εἰς τὴν πίστιν, ἔπειτα οὕτω καιρίαν τὴν ὄψιν ἐπὶ τῇ ἀκοῇ παραστήσῃ, τὸ προακουσθὲν καὶ πιστωθὲν ἐμφανὲς καθιστάς. Οὐ μὲν συμπαραμένει γε αὐτοῖς· «Καὶ αὐτὸς γὰρ, φησὶν, ἄφαντος ἐγένετο ἀπ' αὐτῶν.» Οὐκ ἔστι γὰρ μετὰ τὴν ἀνάστασιν τὰ τοῦ Κυρίου τοιαῦτα πρὸς τοὺς ἀνθρώπους οἷα τὰ πρότερον, ὅτι καὶ αὐτοῖς ἀνακαινώσεως ἔδει, καὶ δευτέρας ζωῆς τῆς κατὰ Χριστὸν,