Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.948
Not analysed yet
νατον καὶ τεθειμένον ἐν μνημείῳ, ὃς καὶ νεφροὺς ὁρᾷ καὶ καρδίαν, καὶ οὐκ ἂν αὐτὸν λάθοι τῶν ἐν ἡμῖν οὐδέν. Σημεῖον οὖν ἄρα ποιεῖται τὸ χρῆμα, τὸ εἰδέναι φημὶ τὸν τῶν ἐν αὐτοῖς ἐννοιῶν θόρυβον. Πιστούμενος δὲ καὶ ἑτέρως, ὅτι καὶ νενίκηται θάνατος, καὶ ἀπεδύσατο τὴν φθορὰν ἡ ἀνθρώπου φύσις ὡς ἐν αὐτῷ καὶ πρώτῳ, δείκνυσι τὰς χεῖράς τε καὶ τοὺς πόδας, καὶ τὰς διατρήσεις τῶν ἥλων, καὶ ψηλαφᾷν ἐπιτρέπει καὶ πληροφορεῖσθαι διὰ τρόπου παντὸς, ὅτι τὸ πεπονθὸς, ὡς ἔφην, ἐγήγερται σῶμα. Οὐκοῦν συκοφαντείτω μηδεὶς τὴν ἀνάστασιν. Κἂν ἀκούσῃς τοῦ ἱεροῦ Γράμματος λέγοντος περὶ τοῦ ἀνθρωπίνου σώματος· «Σπείρεται σῶμα ψυχικὸν, ἐγείρεται σῶμα πνευματικὸν,» μὴ ἀνέλῃς τῶν ἀνθρωπίνων σωμάτων τὴν εἰς ἀφθαρσίαν ἀναδρομήν. Ὥσπερ γὰρ ψυχικόν ἐστι τὸ ταῖς ψυχικαῖς ἤγουν σαρκικαῖς ἐπιθυμίαις ἀκολουθοῦν καὶ ὑπεζευγμένον, οὕτω καὶ πνευματικὸν τὸ τοῖς τοῦ ἁγίου Πνεύματος θελήμασιν ὑποκείμενον. Μετὰ γὰρ τὴν ἐκ νεκρῶν ἀνάστασιν, οὐκ ἔστιν ἔτι φιλοσαρκίας καιρὸς, ἀλλ' ἀπρακτήσει παντελῶς τῆς ἁμαρτίας τὸ κέντρον. Αὐτὸ μέν τοι τὸ κατενεχθὲν εἰς τὴν γῆν, τὴν ἀφθαρσίαν ἐνδύσεται. (A f. 318, B f. 224, G f. 117 b) Ἵνα τοίνυν αὐτὸ τοῦτο εἰδεῖεν σαφῶς οἱ μαθηταὶ, ὅτι αὐτὸς ἐκεῖνός ἐστιν ὁ παθὼν καὶ ταφεὶς καὶ ἀναστὰς, δείκνυσιν, ὡς ἔφην, πόδας τε καὶ χεῖρας. Καὶ ὅτι μὴ καθάπερ ᾤοντο πνεῦμα μᾶλλόν ἐστιν, ἀλλὰ σῶμα κατὰ τὸ ἀληθὲς, πληροφορεῖσθαι προστάττει λέγων· «Καὶ ἴδετε ὅτι πνεῦμα σάρκα καὶ ὀστέα οὐκ ἔχει, καθὼς ἐμὲ θεωρεῖτε ἔχοντα.» Σκιὰ γὰρ καὶ πνεῦμα καὶ δόκησις ἁπλῶς, οὐκ ἂν ὑπομείνῃ τὴν χειρὸς ἀφήν. —(A f. 319, B f. 224, G f. 117 b) Ἀλλ' ὅπερ ἐλέγομεν, δείξας τὰς χεῖρας καὶ τοὺς πόδας τοῖς μαθηταῖς ὁ Κύριος, ἐπληροφόρησεν αὐτοὺς, ὅτι τὸ παθὸν ἀνέστη σῶμα· ἵνα δὲ πρὸς τούτοις καὶ ἔτι μειζόνως ἱδρυμένην αὐτοῖς ἐργάσηται τὴν ἐπὶ τούτῳ πίστιν, ᾔτησέ τι τῶν ἐδωδίμων· ὀπτοῦ δὲ ἰχθύος μέρος ἦν. Καὶ λαβὼν, κατεδήδοκεν ὁρώντων αὐτῶν· τοῦτο γὰρ δι' οὐδὲν ἕτερον ἔπραξεν, ἢ ἵνα δείξῃ σαφῶς ὡς αὐτός ἐστιν ἀναστὰς ἐκ νεκρῶν, ὁ καὶ πρὸ τούτου καὶ παρὰ πάντα τὸν καιρὸν τῆς οἰκονομίας συνεσθίων καὶ συμπίνων αὐτοῖς καὶ συναναστρεφόμενος ἀνθρωπίνως κατὰ τὴν τοῦ προφήτου φωνήν. Ἵν' οὖν εἰδεῖεν ὅτι σῶμα μὲν τὸ ἀνθρώπινον, δέοιτο ἂν τῆς τοιᾶσδε τροφῆς, πνεῦμα δὲ οὐκέτι. Τίς οὖν ἀξιῶν πιστὸς εἶναι, καὶ τῶν ἁγίων εὐαγγελιστῶν τὴν μαρτυρίαν ἀναμφιβόλως δεχόμενος, ἔτι πλασμάτων ἀκούσειεν αἱρετικῶν, ἔτι δοκησισόφων ἀνάσχοιτο; Νικᾷ γὰρ ἀνθρωπίνην ἐξέτασιν, καὶ τὴν ἐκ τῶν συνήθων πραγμάτων ἔννοιαν, ἡ τοῦ Χριστοῦ δύναμις. Ἔφαγεν ἰχθύος μέρος, διὰ τὴν ἀνάστασιν· καὶ τὸ τῇ βρώσει ἀκολουθοῦν, οὐκέτι ἐπὶ Χριστοῦ ἠκολούθησεν, ὅπερ ἄπιστος ἄν τις ἐπιζητοίη, εἰδὼς ὅτι τὰ εἰσιόντα εἰς τὸ στόμα, πάντως ἐκχωροῦσι καὶ εἰς ἀφεδρῶνα βάλλονται. Ἀλλ' οὐχ ὅ γε πιστὸς, εἰς ἔννοιαν τοιοῦτόν τι λήψεται, ἀλλὰ δυνάμει Θεοῦ δώσει τὸ πρᾶγμα.