Ancient Greek
Volume 72
Cyrillus Theol., Commentarii in Lucam (in catenis) 72.949
Not analysed yet
Τότε διήνοιξεν αὐτῶν τὸν νοῦν, τοῦ συνιέναι τὰς Γραφὰς, κ. τ. λ. (A f. 319 b) Ὅτε τὸν λογισμὸν αὐτῶν, δι' ὧν εἶπε, δι' ὧν ἐψηλαφήθη, δι' ὧν ἔφαγεν, εἰρήνευσε, τότε διήνοιξε τὸν νοῦν τοῦ συνιέναι ὅτι οὕτως ἔδει παθεῖν αὐτὸν, δῆλον δὲ ὅτι διὰ ξύλου σταυροῦ. Ἀποφέρει τοίνυν τοὺς μαθητὰς ὁ Κύριος, εἰς ἀνάμνησιν ὧν ἔφη. Προαπήγγειλε γὰρ αὐτοῖς τὰ ἐπὶ τῷ σταυρῷ πάθη, καθ' ἃ φθάσαντες ἔφασαν οἱ προφῆται. Ἀνοίγνυσι δὲ καὶ τοὺς τῆς καρδίας αὐτῶν ὀφθαλμοὺς, ὥστε συνιέναι τὰ πάλαι προειρημένα. —(A f. 320) Πνεύματος ἁγίου κάθοδον, ὃ διὰ Ἰωὴλ ὁ Θεὸς προεπηγγείλατο, τοῖς μαθηταῖς ὁ Σωτὴρ ἐπαγγέλλεται καὶ τὴν ἐξ ὕψους δύναμιν, ἵν' εἶεν εὐσθενεῖς καὶ ἀκαταγώνιστοι, καὶ δίχα παντὸς δέους διακηρύξειαν τοῖς ἁπανταχοῦ τὸ θεῖον μυστήριον. —(D f. 83) Λαβοῦσι Πνεῦμα, λέγει· «Λάβετε Πνεῦμα ἅγιον,» μετὰ τὴν ἀνάστασιν· καί φησιν· «Ὑμεῖς δὲ καθίσατε εἰς Ἱεροσόλυμα, καὶ παραμείνατε τὴν ἐπαγγελίαν τοῦ Πατρὸς, ἣν ἠκούσατέ μου· ὅτι Ἰωάννης μὲν ἐβάπτισεν ὕδατι, ὑμεῖς δὲ βαπτισθήσεσθε ἐν Πνεύματι ἁγίῳ·» οὐκέτι ὕδατι, ἔλαβον γὰρ, ἀλλὰ Πνεύματι ἁγίῳ· οὐκ ἐπεισάγει ὕδωρ τῷ ὕδατι, ἀλλὰ ἀναπληροῖ τὸ λεῖπον τῷ λειπομένῳ. —(B f. 226, C f. 159 b, G f. 119 b) Εὐλογήσας αὐτοὺς καὶ βραχὺ προελθὼν, ἀνεφέρετο εἰς τὸν οὐρανὸν, ἵνα σύνεδρος ᾖ τῷ Πατρὶ καὶ μετὰ τῆς ἑνωθείσης αὐτῷ σαρκός. Καὶ ταύτην ἡμῖν ἐνεκαίνισε τὴν ὁδὸν ἐν ἀνθρωπείᾳ μορφῇ γεγονὼς ὁ Λόγος. Ἥξει δὲ πάλιν κατὰ καιροὺς ἐν τῇ δόξῃ τοῦ Πατρὸς αὐτοῦ, μετὰ τῶν ἀγγέλων, καὶ παραλήψεται ἡμᾶς μεθ' ἑαυτοῦ. Δοξολογήσωμεν τοίνυν αὐτὸν τὸν ἐνανθρωπήσαντα δι' ἡμᾶς Θεὸν Λόγον, τὸν ἑκουσίως παθόντα σαρκὶ, καὶ ἀναστάντα ἐκ νεκρῶν, καὶ λύσαντα τὴν φθοράν. Τὸν ἀναληφθέντα, καὶ μετὰ τοῦτο ἥξοντα μετὰ δόξης πολλῆς ἐπὶ τὸ κρῖναι ζῶντας καὶ νεκροὺς, καὶ ἀποδοῦναι ἑκάστῳ κατὰ τὰ ἔργα αὐτοῦ. Δι' οὗ καὶ μεθ' οὗ τῷ Πατρὶ καὶ Θεῷ ἡ δόξα καὶ τὸ κράτος σὺν Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.