Ancient Greek · ~5 min
Page 76
Cyrillus Theol., Commentarii in Lucam 76
Not analysed yet
ZU LK 9, 23 f Οἱ γενναῖοι τῶν στρατηγῶν τοὺς τῶν τακτικῶν ἐπιστήμονας ἀκονῶσι πρὸς εὐτολμίαν οὐ μόνας αὐτοῖς τὰς ἐκ τοῦ νικῆσαι τιμὰς ὑπισχνούμενοι, ἀλλὰ γὰρ καὶ αὐτὸ τὸ παθεῖν εὐκλεὲς εἶναι λέγοντες καὶ πάσης αὐτοῖς εὐφημίας πρόξενον· οὐ γάρ ἐστι τῶν ἐνδεχομένων τοὺς ἐθέλοντας εὐδοκιμεῖν ἐν μάχαις μὴ οὐχὶ καὶ τὰς ἐκ τῶν ἀνθεστηκότων ὑπομένειν ἔσθ' ὅτε πληγάς. πλὴν οὐκ ἄμισθον ἔσται τὸ παθεῖν αὐτοῖς· ἐπαινεθήσονται γὰρ ὡς τοῖς πολεμίοις ἐπιπηδήσαντες, καὶ αὐτὸ τὸ πάθος μαρτυρήσει πάντως αὐτοῖς ὅτι φρονήματι κέχρηνται σφόδρα νεανικῷ. τοιοῦτο διδάσκοντα ὁρῶμεν καὶ αὐτὸν τὸν κύριον ἡμῶν Ἰησοῦν Χριστόν. ἀφορμὴ δὲ γέγονεν αὐτῷ τοῦ τοιοῦδε λόγου τὸ προαπαγγεῖλαι τοῖς μαθηταῖς ὅτι χρὴ πάντως αὐτὸν τὰς ἐκ τῶν Ἰουδαίων ἐφόδους ὑπενεγκεῖν ἐμπαιχθῆναί τε παρ' αὐτῶν καὶ ἐμπτυσθῆναι καὶ ἀποκτανθῆναι καὶ ἀναστῆναι τῇ τρίτῃ ἡμέρᾳ. ἵνα τοίνυν μὴ ὑπολάβωσιν ὅτι πείσεται μὲν αὐτὸς ὑπὲρ τῆς τοῦ κόσμου ζωῆς τὰς ἐκ τῶν φονώντων ἐπηρείας, αὐτοῖς γε μὴν ἔξεστι διαβιοῦν ἀνειμένως, ἀναγκαίως δεικνὺς ὅτι διὰ τῶν ἴσων ἀνδραγαθημάτων ἰέναι χρὴ τοὺς τῆς παρ' αὐτοῦ δόξης ἐπιθυμοῦντας τυχεῖν, μονονουχὶ καὶ διαμαρτύρεται λέγων τὰ προκείμενα· ἔδει γάρ, ἔδει τοὺς εἰς τοιαύτην λειτουργίαν προκεχειρισμένους εὐσθενεστάτους εἶναι καὶ νεανικούς, ὡς μηδὲν ὑφορᾶσθαι τῶν δεινῶν. ὁ τοιοῦτος ἑαυτὸν ἀρνήσεται μονονουχὶ καὶ ἀποταξάμενος τῇ παρούσῃ ζωῇ ὑπέρ γε τοῦ