Ancient Greek · ~5 min
Page 81
Cyrillus Theol., Commentarii in Lucam 81
Not analysed yet
ἐπιβλήματι περιαστράψει λοιπόν· ἐκλάμψουσι γὰρ οἱ δίκαιοι καθάπερ ὁ ἥλιος ἐν τῇ βασιλείᾳ τοῦ πατρὸς κατὰ τὴν τοῦ σωτῆρος φωνήν. Zu Lk 9, 32f Οἱ μὲν μακάριοι μαθηταὶ βραχύ πως ἀπονυστάζουσιν ὡς τῇ προσευχῇ σχολάζοντος τοῦ Χριστοῦ· ἐπλήρου γὰρ οἰκονομικῶς τὰ ἀνθρώπινα. εἶτα διαγρηγορήσαντες θεωροὶ γεγόνασι τῆς οὕτω σεπτῆς καὶ παραδόξου μεταβολῆς. οἰηθεὶς δὲ ἴσως ὁ θεσπέσιος Πέτρος ὅτι τάχα που ἐνέστηκεν ὁ καιρὸς τῆς βασιλείας τοῦ θεοῦ, ἀποδέχεται μὲν τὰς ἐν τῷ ὄρει διατριβάς, σκηνὰς δὲ δεῖν τρεῖς γενέσθαι φησί· Χριστῷ μὲν μίαν, τὰς ἑτέρας δὲ Μωυσεῖ καὶ Ἠλίᾳ. ἀλλ' οὐκ ᾔδει, φησίν, ὃ λέγει· οὐ γὰρ ἦν καιρὸς τῆς συντελείας τοῦς αἰῶνος, οὔτε μὴν τοῦ χρῆναι λαβεῖν τοὺς ἁγίους τῆς ἐπηγγελμένης αὐτοῖς ἐλπίδος τὴν μέθεξιν. ὡς γὰρ ὁ Παῦλός φησι, μετασχηματίσει τὸ σῶμα τῆς ταπεινώσεως ἡμῶν σύμμορφον τῷ σώματι τῆς δόξης αὐτοῦ, Χριστὸς δηλονότι. οὔσης οὖν ἐν ἀρχαῖς ἔτι τῆς οἰκονομίας καὶ οὔπω πεπερασμένης πῶς ἦν εἰκὸς καταλῆξαι Χριστὸν τῆς εἰς τὸν κόσμον ἀγάπης ἀποφοιτήσαντα τοῦ παθεῖν ἐθέλειν ὑπὲρ αὐτοῦ; σέσωκε γὰρ τὴν ὑπ' οὐρανὸν καὶ αὐτὸν ὑπομείνας τὸν κατὰ σάρκα θάνατον καὶ διὰ τῆς ἐκ νεκρῶν ἀναστάσεως καταργήσας αὐτόν. Zu Lk 9, 35 Οὐκοῦν πρὸς τῇ ἀπορρήτῳ καὶ παραδόξῳ θέᾳ τῆς δόξης Χριστοῦ πέπρακταί τι καὶ ἕτερον χρήσιμόν τε καὶ ἀναγκαῖον