Ancient Greek · ~6 min
Page 94
Cyrillus Theol., Commentarii in Lucam 94
Not analysed yet
μίας ταύτης ἐδιδάσκοντο. ὅτι δὲ ἀνεξίκακοι γεγόνασιν οἱ τῶν θείων κηρυγμάτων ἱερουργοί, διδάξει λέγων ὁ Παῦλος· Δοκῶ γάρ, ὁ θεὸς ἡμᾶς τοὺς ἀποστόλους ἐσχάτους ἀπέδειξεν ὡς ἐπιθανατίους, ὅτι θέατρον ἐγενήθημεν τῷ κόσμῳ καὶ ἀγγέλοις καὶ ἀνθρώποις· λοιδορούμενοι εὐλογοῦμεν, βλασφημούμενοι παρακαλοῦμεν ὡς περικαθάρματα τοῦ κόσμου ἐγενήθημεν, πάντων περίψημα ἕως ἄρτι. Zu Lk 9, 57f Τὸ μὲν τῶν ἄνωθεν καὶ παρὰ θεοῦ χαρισμάτων ἐρᾶν ἀξιόκτητον ἀληθῶς καὶ τοῦ παντὸς ἂν γένοιτο πρόξενον ἀγαθοῦ. δίδωσί γε μὴν καίτοι πλουσιόδωρος ὢν ὁ πάντων δεσπότης οὐχ ἁπλῶς ἅπασι καὶ ἀδιακρίτως, ἐκείνοις δὲ μᾶλλον οἵπερ ἂν εἶεν ἄξιοι τοῦ λαβεῖν. εἰ τοίνυν βούλοιτό τις τῶν τοιούτων ἀξιωθῆναι γερῶν, ἀπαλλαττέτω τὴν ἑαυτοῦ ψυχὴν τῶν εἰς φαυλότητα ῥύπων τε καὶ αἰτιαμάτων· ἔσται γὰρ οὕτω δεκτός. γνώμης δὲ οὐχ οὕτως ἔχων ἀποχωρείτω μακράν. καὶ τοῦτο ἡμᾶς ἡ τῶν προκειμένων εὐαγγελικῶν ῥημάτων διδάξει δύναμις. προσῄει μὲν γάρ τις λέγων τῷ πάντων ἡμῶν σωτῆρι Χριστῷ· Διδάσκαλε ἀκολουθήσω σοι ὅπου ἐὰν ἀπέρχῃ. ὃ δὲ τὸν ἄνθρωπον οὐ προσίετο τὰς μὲν ἀλώπεκας φωλεοὺς ἔχειν εἰπών, ἑαυτὸν δὲ μὴ ἔχειν ποῦ κλίνῃ τὴν κεφαλήν. πῶς οὖν ἀποπέμπεται τὸν εἰς τοῦτο παρωρμημένον, εἴπερ πρόξενόν ἐστι παντὸς ἀγαθοῦ τὸ ἀκολουθεῖν αὐτῷ; ἔφη γὰρ ὅτι ὁ ἀκολουθῶν αὐτῷ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς. τί οὖν πρὸς ταῦτά φαμεν; οὐχ οὗτος ἦν ὁ σκοπὸς ἐκείνῳ. καὶ τοῦτό ἐστιν ἰδεῖν τοῖς ἀκριβῶς προσέχουσιν ὅτι πρῶτον μὲν πολὺ τὸ ἀπαίδευτον ἡ πρόσοδος ἔχει, εἶτα ὅτι τῆς ἐσχάτης ἀναισχυντίας ἐστὶ μεστή· οὐ γὰρ τὸ ἁπλῶς ἀκολουθεῖν ἐζήτει Χριστῷ καθὰ καὶ ἕτεροι τῶν ἐκ πληθύος