Ancient Greek · ~2 min
Fragment 119
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 119
Not analysed yet
Mt 10, 19—22 Ἐν δὲ αὐτῇ τῇ ὥρᾳ κατεπηγγείλατο τὴν διαλεκτικὴν διδόναι χάριν, ἵνα δειχθῇ τὸ τοῦ πνεύματος χάρισμα· εἰ γὰρ πρὸ καιροῦ δεδώκει τῇ πείρᾳ, ἐνομίζετο εἶναι τὸ πρᾶγμα φύσεως ἀνθρωπίνης καὶ δεξιότητος, οὐ παρὰ πάντων δὲ ἔμελλον μισεῖσθαι, ἀλλὰ παρὰ πολλῶν μάλιστα κατ' ἐκεῖνο καιροῦ. διὸ ἀπὸ τοῦ πλείονος εἶπεν τὸ παρὰ πάντων, ἐπεὶ οἱ δεξάμενοι τὸν λόγον ἠγάπων αὐτούς.