Ancient Greek · ~1 min
Fragment 121
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 121
Not analysed yet
Mt 10, 23 Πόλεις δὲ τοῦ Ἰσραήλ φησι καὶ τῶν πιστῶν τὰ συστήματα, ἅτινα ἕως τῆς συντελείας τοῦ αἰῶνός εἰσιν καὶ οὐ παύονται οἱ διδάσκοντες καὶ οἱ διδασκόμενοι ἕως τῆς δευτέρας ἐπιφανείας τοῦ κυρίου. καὶ δοκοῦσι ζῆν ἕως τότε οἱ μαθηταὶ καὶ εὐαγγελισταὶ ἐπείπερ ἐκ τῶν συγγραμμάτων αὐτῶν ἅπαντες διδάσκουσιν.