Ancient Greek
Fragment 124
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 124
Not analysed yet
Mt 10, 27 Περὶ τῆς ἐν τῷ κηρύσσειν παρρησίας τῶν ἀποστόλων καὶ ὁ θαυμάσιος Ἀμβακοὺμ προηγόρευσε· «διανοίξουσι» γάρ, φησίν, «χαλινοὺς αὐτῶν ὡς» ὁ «ἔσθων πτωχὸς λάθρα», τοῦτ' ἔστιν οἱ πρότερον μόλις τισὶ καὶ λάθρα προσλαλοῦντες ἀπόστολοι καὶ τῇ τῶν πιστευόντων πίστει τρεφόμενοι οὗτοι μετὰ ταῦτα διαρρήξαντες τὸν ἐπιτεθέντα αὐτοῖς τοῦ φόβου χαλινὸν τῆς ἑαυτῶν φωνῆς κατεμπλήσουσι τὴν ὑπ' οὐρανόν. τέως δὲ ἐπειδή—τί γάρ φησιν.