Ancient Greek · ~1 min
Fragment 127
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 127
Not analysed yet
Mt 10, 39 Ὁ τὴν ἐνθάδε πρόσκαιρον ζωὴν ἀγαπῶν, φησίν, καὶ ἐμοῦ προτιμῶν «οὐκ ἔστιν μου ἄξιος»· ὁ δὲ τῆς ἐνταῦθα προσκαίρου ζωῆς ἀμελήσας καὶ περὶ πολλοῦ ποιούμενος ἐμὲ καὶ τὰς ἐμὰς ἐντολὰς ζωὴν εὑρήσει αἰώνιον.