Ancient Greek
Fragment 129
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 129
Not analysed yet
Mt 10, 40 Ὁ δεχόμενος, φησίν, ὑμᾶς τοὺς τὴν ἀλήθειαν κηρύσσοντας αὐτὴν ἐκείνην δέχεται τὴν θεότητα, τοῦτ' ἔστιν τὸν πατέρα καὶ τὸν υἱὸν καὶ τὸ ἅγιον πνεῦμα· τοῦτο γάρ ἐστιν, ὅ φησιν· ὁ δεχόμενος ὑμᾶς ἐμὲ δέχεται, καὶ ὁ ἐμὲ δεχόμενος αὐτὸν τὸν πατέρα δέχεται.