Ancient Greek · ~3 min
Fragment 152
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 152
Not analysed yet
Mt 12, 1—2 Ἔνθα μὲν γὰρ οὐδὲν γίνεται μέγα καὶ γενναῖον, ἡσυχάζουσιν, ἔνθα δὲ ὁρῶσί τινας σῳζομένους, καὶ πάντων εἰσὶ φορτικώτεροι· οὕτως ἐχθροὶ τῆς τῶν ἀνθρώπων εἰσὶ σωτηρίας καὶ τῶν ἱερῶν γραμμάτων ἀνεπιστήμονες. εἰ γὰρ ἑτέρα παρὰ τὴν πρώτην διαθήκην ἐστὶν ἡ καινὴ ἡ διὰ Ἰερεμίου προκηρυχθεῖσα, δεῖ πάντως καὶ νόμοις οὐχὶ τοῖς ἀρχαίοις κεχρῆσθαι, ἀλλὰ τοῖς καινοῖς. ἀλλ' οἱ Φαρισαῖοι τοῦτο συνιδεῖν μὴ θελήσαντες ἐφεδρεύουσι τοῖς ἁγίοις ἀποστόλοις καί φασι περὶ αὐτῶν τῷ Χριστῷ· ἰδού, τοῖς νομικοῖς ἐντάλμασι ἐναντιουμένους ὁρῶμεν τοὺς ὑπὸ σοῦ παιδαγωγουμένους· τοῦ γὰρ νόμου κελεύοντος ἀργεῖν ἐν σαββάτῳ καὶ μηδενὸς παντάπασιν ἅπτεσθαι πόνου περιτρίβουσι ταῖς χερσὶν ἀστάχυας οἱ μαθηταί. σὺ δὲ αὐτὸς εἰπέ μοι, ὦ Φαρισαῖε, τὴν σαββατικὴν ἑαυτῷ τράπεζαν παραθεὶς οὐ συνθραύεις τὸν ἄρτον; τί οὖν ἑτέρους αἰτιᾷ; πῶς δὲ καὶ ὁ σωτὴρ περὶ αὐτῶν ἀπολογεῖται;