Ancient Greek
Fragment 158
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 158
Not analysed yet
Mt 12, 34—35 Ὅταν λέγῃ θησαυρόν, τὸ πλῆθος ἐνδείκνυται τῶν ἐν τῇ ψυχῇ κειμένων. ἵνα δὲ μὴ εἴπωσί τινες ὅτι φύσει πεφύκασι πονηροὶ οἱ ἄνθρωποι, ἐπὶ τῶν Φαρισαίων τοῦτο ἐδήλωσεν, ὅτι δυνατὸν τὸν αὐτὸν καὶ ἕνα ἄνθρωπόν ποτε μὲν ἀγαθὸν γενέσθαι, ποτὲ δὲ κακόν, λέγων· ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ περισσεύματος τῆς καρδίας αὐτοῦ λαλεῖ, ὁμοίως καὶ ὁ κακός.