Ancient Greek
Fragment 185
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 185
Not analysed yet
Mt 15, 17—18 Καὶ αὐτοὺς ἀσυνέτους ὁ κύριός φησι περὶ τὸ σῶμα στρεφομένους, ὥσπερ οἱ Φαρισαῖοι, καὶ μηδέπω διαβαίνοντας ἐπὶ τὸν ἔσω ἄνθρωπον. βρώματα οὖν, φησίν, σώματος ἔχει πλήρωσιν, καρδίας δὲ οὐκ ἐφάπτεται. τὸ δὲ καρδίας μὴ ἐφαπτόμενον οὐ δύναται κοινῶσαι τὸν ἄνθρωπον τὸν ἀληθινὸν ἢ μὴ καθαρὸν ἀπεργάσασθαι.