Ancient Greek · ~2 min
Fragment 19
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 19
Not analysed yet
Mt 3, 7 Ὡς νομομαθέστεροι τῶν ἄλλων ὕστερον προσῆλθον τῷ Ἰωάννῃ οὓς καλεῖ γεννήματα ἐχιδνῶν διὰ τὸ ὁμοιότροπον· ὥσπερ γὰρ ἐκεῖνα, ὅτε μέλλει εἰς φῶς ἐξιέναι, διαρρήγνυσιν τὴν τῆς μητρὸς νηδὺν καὶ νεκρὰν αὐτὴν καταλείποντα ἄπεισιν, τὸν αὐτὸν τρόπον καὶ οὗτοι νεκρὰν ὥσπερ οὖσαν τὴν ἑαυτῶν μητέρα, τὴν Ἰερουσαλήμ, κατέλειψαν καὶ διεσῴζοντο ἐκ τῆς χριστοκτονίας, δι' ἣν ὑπέμειναν τὰ ἀνήκεστα κακὰ τέως ὑπὸ Ῥωμαίων, ἣν καλεῖ μέλλουσαν ὀργήν.