Ancient Greek · ~1 min
Fragment 199
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 199
Not analysed yet
Mt 17, 3—7 Δι' ὧν συλλαλοῦσι δείκνυται, ὅτι τὰ αὐτὰ τῷ Χριστῷ καὶ οἱ πάλαι προφῆται ἐφθέγξαντο, εἰ καὶ δι' αἰνιγμάτων. ὑπὸ δὲ τῆς ἄκρας δειλίας πίπτουσιν οἱ μαθηταὶ καὶ ἀνίστησιν αὐτοὺς ὁ σωτὴρ δεικνύς, ὅτι εἰ μὴ ἐσαρκώθη καὶ ἐμεσίτευσε θεῷ καὶ ἀνθρώποις καὶ ἰσχυροποίησεν τὴν αὐτοῦ φύσιν, οὐκ ἂν ἔφερε φωνὴν θεοῦ ἀκοῦσαι.