Ancient Greek · ~14 min
Fragment 226
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 226.1
Not analysed yet
Mt 20, 1—16 Φεύγων τὸ φιλόδοξον ὁ κύριος ὡς περὶ ἑτέρου λέγει οἰκοδεσπότου αὐτὸς ὢν οἰκοδεσπότης καὶ τῆς τῶν οὐρανῶν βασιλείας διανομεύς. ἡμέραν δὲ λέγει τὸν πάντα αἰῶνα, καθ' ὃν ἐν διαφόροις καιροῖς μετὰ τὴν τοῦ Ἀδὰμ παράβασιν προσκαλεῖταί τινας δικαίους εἰς ἐργασίαν θεοσεβῆ μισθὸν αὐτοῖς ὁρίσας ἐπὶ τοῖς ἔργοις. εἰσὶν οὖν περὶ τὴν πρώτην ὥραν οἱ περὶ τὸν Ἀδὰμ καὶ τὸν Ἐνώχ, οἱ δὲ περὶ τὴν τρίτην οἱ περὶ Νῶε καὶ Σὴμ καὶ οἱ ἐξ αὐτῶν δίκαιοι· δεύτερος γὰρ ὁ καιρὸς καὶ ἡ κλῆσις δευτέρα, ὅτε καὶ διάφορα τὰ νόμιμα. οἱ δὲ περὶ τὴν ἕκτην κεκλημένοι ἐργάται οἱ κατὰ τοὺς Ἀβραάμ εἰσι χρόνους, ἐφ' οὗ πάλιν ἡ τῆς περιτομῆς νομοθεσία, οἱ ἑνδεκάτην οἱ κατὰ τὴν Χριστοῦ παρουσίαν, ἐφ' ὧν καὶ μόνων λέγεται τὸ τί ὧδε ποιεῖτε ὅλην τὴν ἡμέραν ἀργοί, ὅτι κυρίου ἐλπίδα μὴ ἔχοντες καὶ ἄθεοι ἐν τῷ κόσμῳ καὶ ἀργοὶ ἐν παντὶ ἔργῳ ἀγαθῷ ἐοικότες τοῖς ἐν ἀγορᾷ ἑστῶσιν καὶ μηδὲν ὅλως ψηλαφῶσιν, ἀλλ' εἰκῆ καὶ μάτην τὸν ἑαυτῶν διατρέχοντες βίον. οὓς καὶ προτρέπεται ὁ κύριος λέγων· τί ἑστήκατε (οὕτως λέγων) ἀργοί; πρὸς ὃν ἀνταποκρίνονται λέγοντες· οὐδεὶς ἡμᾶς ἐμισθώσατο· οὔτε γὰρ Μωυσῆς οὔτε τις τῶν ἁγίων ἐκήρυξε τοῖς ἔθνεσιν, ἀλλὰ μόνῳ τῷ Ἰσραήλ. ὅμως ὁ κύριος εἰσπέμπει καὶ αὐτοὺς εἰς τὸν ἀμπελῶνα. πέντε δὲ κλήσεις <λέγει> γενέσθαι, ἵνα δείξῃ, ὅτι ἐν ἑκάστῳ καιρῷ ἦσαν εὐδοκιμοῦντες καὶ ἀστοχοῦντες ὡς αἱ «πέντε παρθένοι φρόνιμοι καὶ αἱ μωραὶ πέντε» δηλοῦσιν κατὰ τοὺς αὐτοὺς οὖσαι χρόνους, καὶ ὅτι τινὲς ἐνάρετοι ηὑρέθησαν, τινὲς δὲ κατεφρόνησαν διὰ μωρίαν τοῦ μέλλοντος αἰῶνος. ἐπὶ τέλει δὲ τοῦ βίου, ὅ ἐστιν ἑσπέρα (ὁ γὰρ ἀπὸ τῆς ἐπιδημίας τοῦ Χριστοῦ καιρὸς ἕως τῆς συντελείας ἐστὶν ὁ μετὰ τὴν ἑνδεκάτην ὥραν καθὼς ὁ Ἰωάννης φησίν· «ἐσχάτη ὥρα ἐστίν»), ἐν ᾗ ὁ οἰκοδεσπότης, φησίν, ἀπὸ τῶν τελευταίων <κελεύει> δοθῆναι τὸν μισθόν. οἰκοδεσπότης δὲ νοηθεί<η> ὁ πατὴρ χρώμενος τῷ υἱῷ διανομεῖ οὐχ ὡς ὑπουργῷ, ἀλλ' ὡς <συνεργῷ> ὅτι δι' αὐτοῦ διοικεῖ καὶ ἐνεργεῖ πᾶν, ὅ τι οὖν βούλεται. δίδωσιν δὲ πᾶσιν τὸ ἀνὰ δηνάριον, ὅ ἐστιν ἡ τοῦ πνεύματος χάρις συμμόρφους ἀποτελοῦσα τοὺς ἁγίους θεῷ καὶ τοὺς ἄνω χαρακτῆρας ἐν ταῖς ἐκείνων ψυχαῖς ἐγχαράττουσα καὶ εἰς ζωὴν ἀνάγουσα καὶ ἀφθαρσίαν. ἐν τούτοις δὲ οἱ πρῶτοι δοκοῦσιν πλεῖον τῶν ἐσχάτων κεκοπιακέναι ὡς τὴν τοῦ διαβόλου πύρωσιν ἐπὶ πλεῖον ὑποστάντες οὔπω τῆς ἁμαρτίας κατηργημένης καὶ τῆς φθορᾶς καὶ τοῦ θανάτου· τὸ πρᾶγμα γάρ, εἰ κατ' ἰσότητα ἐξετάζοιτο, πλεῖόν τι τοῖς προτέροις ὀφειλόμενον ὑποβάλλει, ὅτι θανάτου καὶ διαβόλου κρατοῦντος ἐπολιτεύοντο· τοῦτο γάρ ἐστιν τὸ βάρος τῆς ἡμέρας καὶ ὁ καύσων, ὅτε μηδὲ ἡ τοῦ πνεύματος δρόσος παρῆν ἐπικουροῦσα πρὸς δικαιοσύνην ἀνθρώποις. οἱ δὲ ἔσχατοι ἀντὶ κόπων τὴν τοῦ δεσπότου ἔχοντες φιλοτιμίαν πρῶτοι τὸν μισθὸν δέχονται, ἐπείπερ πάντες οἱ μετὰ τὴν ἐπιδημίαν διὰ τοῦ βαπτίσματος καὶ τῆς πρὸς τὸ πνεῦμα συναφείας «θείας» γεγόνασιν «κοινωνοὶ φύσεως» καὶ υἱοὶ θεοῦ ἐχρημάτισαν τῶν πρὸ τῆς ἐπιδημίας πάντων γεννητῶν γυναικῶν χρηματιζόντων, μελλόντων δὲ καὶ αὐτῶν πρὸς τοῦτο καλεῖσθαι· εἰ γὰρ καὶ γεγόνασι μέτοχοι πνεύματος οἱ προφῆται, ἀλλ' οὖν οὐχ ὡς οἱ πιστοί, τρόπον τινὰ τοῦ ἁγίου πνεύματος ταῖς τῶν πιστῶν ψυχαῖς ὡσανεὶ ζύμης γενομένου καὶ ὅλον τὸν ἄνθρωπον μετατιθέντος εἰς ἑτέραν βίου κατάστασιν. διὸ καὶ «θείας» γινόμεθα «κοινωνοὶ φύσεως» καὶ ἐκ παρρησίας βοῶμεν «ἀββᾶ ὁ πατήρ». οἱ δὲ ἀρχαιότεροι οὐ τῆς αὐτῆς ἔτυχον χάριτος. διὸ καὶ ὁ Παῦλός φησιν· «οὐ γὰρ ἐλάβετε πνεῦμα δουλείας πάλιν εἰς φόβον, ἀλλὰ ἐλάβετε πνεῦμα υἱοθεσίας» ὡς ὅτι οἱ ἀρχαῖοι «πνεῦμα δουλείας» ἐλάμβανον οὐκ ἔχοντες τὸ τῆς υἱοθεσίας ἀξίωμα. πρῶτοι οὖν λαβόντες τὸ νοητὸν δηνάριον ἀναγκαίως τῶν ἄλλων προτετιμῆσθαι λεγόμεθα.