Ancient Greek · ~3 min
Fragment 225
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 225
Not analysed yet
Mt 19, 29 Προστέθεικε δὲ ὁ Λουκᾶς καὶ περὶ γυναικός· τοῦτο δὲ κατὰ τὸν Παῦλον κελεύοντα τιμᾶν «πρεσβυτέρας μὲν ὡς μητέρας, νεωτέρας δὲ ὡς ἀδελφὰς ἐν πάσῃ ἁγνείᾳ»· ὥσπερ οὖν ἀδελφοὺς δίδωσι τοὺς οὐκ ἀδελφοὺς καὶ γονεῖς τοὺς οὐ γονεῖς καὶ τέκνα τὰ οὐ τέκνα, οὕτω καὶ γυναῖκα τὴν οὐ γυναῖκα ἑτέρῳ τρόπῳ δηλαδὴ πνευματικῷ τὰς οἰκειότητας ἐκπληρῶν, οὐ σωματικῷ. ἀπολείπειν δὲ τὸ κατὰ σάρκα γένος ἀγαθόν ἐστι διὰ τὴν πνευματικὴν ζωήν· τότε γὰρ λέγει χωρίζεσθαι ἀπὸ γονέων καὶ ἀπὸ γυναικός, ὅταν πρὸς ἀσέβειαν ἕλκωσιν· καθὼς γὰρ δεῖ ψυχῆς καὶ σώματος καταφρονεῖν διὰ θεοσέβειαν, οὕτω χρὴ καὶ πάντων ταύτην προτιμᾶν.