Ancient Greek · ~4 min
Fragment 233
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 233
Not analysed yet
Mt 21, 12—14 Ἦν μὲν ἐν τῷ ἱερῷ πληθὺς ἐμπόρων, ἀργυραμοιβοὶ ἤτοι κολλυβισταὶ καὶ μετ' ἐκείνων βοῶναι καὶ προβάτων ἔμποροι τρυγόνας τε πιπράσκοντες καὶ περιστεράς. ταῦτα δὲ χρήσιμα ταῖς θυσίαις τῆς κατὰ νόμον λατρείας. ἀλλ' ἦν ἤδη ὁ καιρὸς τοῦ καταλῆξαι τὴν σκιὰν καὶ ἀναλάμψαι τὴν ἐν Χριστῷ ἀλήθειαν· ταύτῃ τοι Χριστὸς εἰκότως ἡ ἀλήθεια ἅτε δὴ μετὰ τοῦ ἰδίου πατρὸς ἐν τῷ παρ' αὐτῷ ὄντι ναῷ τιμώμενος, συστέλλεσθαι μὲν τὰς ἐν νόμῳ προστέταχε θυσίας καὶ τοὺς καπνούς, οἶκον δὲ προσευχῆς ἀναδείκνυσθαι τὸν ναόν· τὸ γὰρ ἐπιπλήττειν τοῖς ἐμπόροις καὶ τῶν ἱερῶν περιβόλων ἀποσοβεῖν αὐτοὺς τὰ εἰς θυσίαν χρήσιμα διαπιπράσκοντάς τισι τοῦτο πάντως ἐστὶν καὶ ἕτερον οὐδέν. ἕτερος δὲ τῶν εὐαγγελιστῶν «καὶ φραγέλλιον ἐκ σχοινίων ποιῆσαι» λέγει τὸν Ἰησοῦν καὶ ἀπειλῆσαι πληγὰς καὶ ἐπανατείνειν αὐτοῖς· ἔδει γὰρ εἰδέναι τοὺς τὴν νομικὴν τιμῶντας λατρείαν μετὰ τὴν τῆς ἀληθείας ἀνάδειξιν, ὅτι «πνεῦμα δουλείας» ἔχοντες καὶ τὸ ἐλευθεροῦσθαι παραιτούμενοι ὑπὸ μάστιγας ἔσονται καὶ ὑποκείσονται κολάσει δουλοπρεπεῖ. ἐπιτειχίζει αὐτοῖς καὶ τὸν Ἠσαίαν κατήγορον—φησὶ γὰρ ὁ εὐαγγελιστής.