Ancient Greek · ~2 min
Fragment 235
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 235
Not analysed yet
Mt 21, 14 Αἴνιγμα ἦν τὸ γεγονός, ὅτι τῶν Ἰουδαίων ἐκβληθέντων ἐκ τοῦ ναοῦ σὺν ταῖς τυπικαῖς θυσίαις οἱ τυφλοὶ καὶ χωλοὶ θεραπεύονται οἱ τύπον ἔχοντες τῶν ἐθνῶν. μαθέτωσαν μέντοι καὶ οἱ πωλοῦντες καὶ τὰ τοῦ πνεύματος χαρίσματα καὶ τὴν ἱερωσύνην, ὅτι τοὺς πωλοῦντας τὰς περιστερὰς ἐξέβαλεν ἀπὸ τοῦ ναοῦ μαστίξας ὁ κύριος καὶ παυσάσθωσαν πόρους ἑαυτοῖς ἀπὸ χειροτονιῶν ἀθροίζοντες.