Ancient Greek · ~3 min
Fragment 246
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 246
Not analysed yet
Mt 22, 2—5 Ἀπειρήκασι τὴν ἄφιξιν οἱ διὰ τῶν πρώτων οἰκετῶν κεκλημένοι, οἳ τὸν διὰ Μωσέως παρωσάμενοι νόμον ἐτράποντο πρὸς διδασκαλίας ἀνθρώπων. ὁμοίως δὲ καὶ οἱ μετ' ἐκείνους δεύτεροι κεκλημένοι διὰ δευτέρων τοῦτ' ἔστιν τῶν ἁγίων ἀποστόλων τὸ συμφέρον παρέντες ὡς πορρωτάτω μετακεχωρήκασιν ἐπὶ τὸ σφίσι δοκοῦν· οἱ μὲν γὰρ ἐπὶ τὸν ἴδιον ἀγρόν, δι' οὗ σημαίνεται τῶν ἐπιγείων ἡ κτῆσις καὶ ἡ περὶ ταῦτα σπουδή· πρὸς ἐμπορίαν δὲ ἕτεροι, δι' οὗ πάλιν ἡμῖν τὸ φιλόπλουτον δηλοῦται πάθος καὶ ὁ περὶ τοῦτο σπασμός· φιλοσαρκίαι γὰρ ἡμᾶς καὶ φιληδονίαι κοσμικαὶ καὶ εἰκαῖοι περισπασμοὶ καὶ ἡ τοῦ χρηματίζεσθαι φροντὶς ἀποστερεῖ ἡμᾶς τῆς εἰς αἰῶνα τρυφῆς καὶ τῆς πρὸς θεὸν οἰκειότητος.