Ancient Greek · ~1 min
Fragment 255
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 255
Not analysed yet
Mt 23, 11—12 Ἐπειδὴ τοὺς καινὰ δόγματα διδάσκοντας ὡς ἐπίπαν ἰδεῖν ἔστι κενοδοξίας καὶ ἀλαζονείας ἔρωτι εἰς τὸ τῆς διδασκαλίας ἀξίωμα παραγενομένους, ἀναιρεῖ ὁ κύριος ταύτην τὴν ὑπόνοιαν καὶ τὴν ὁδὸν ἐκκόπτει ὡς ἐπ' ὄλεθρον ἄγουσαν. εἰ τοίνυν, φησίν, δόξης τε καὶ πρωτείων ἐρᾷς, τὴν τῶν διακόνων καὶ ὑστέρων τάξιν ἐπιζήτει καὶ ταπεινοφροσύνην ἄσκει.