Ancient Greek · ~5 min
Fragment 278
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 278
Not analysed yet
Mt 24, 51 Τί ἐστιν τὸ διχοτομηθῆναι, ἐξετάσωμεν. ὅτε γέγονεν ἐν ἀρχαῖς ὁ Ἀδάμ, τὸ ἐντελέστατον κάλλος ἀποδιδοὺς τῇ φύσει ὁ θεὸς μέτοχον αὐτὸν ἀποτελεῖ τοῦ ἰδίου πνεύματος· «ἐνεφύσησε» γὰρ «εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς»· τὸ γὰρ ἀληθῶς ζωοποιοῦν τὸ πνεῦμά ἐστι τῆς ζωῆς, τοῦτ' ἔστι Χριστοῦ. ἐπειδὴ δὲ παρώλισθεν ἐξ ἀπάτης εἰς ἁμαρτίαν, ἀπενοσφίσθη τὸ πνεῦμα. εὐδοκήσαντος δὲ τοῦ θεοῦ καὶ πατρὸς «ἀνακεφαλαιώσασθαι τὰ πάντα ἐν τῷ Χριστῷ» καὶ εἰς τὸ ἀρχαῖον ἀνακομίσαι κάλλος τὴν τῶν ἀνθρώπων φύσιν, ἀπελάβομεν διὰ τῆς χάριτος, ὅπερ ἡ τῆς ἁμαρτίας παρεισδρομὴ ἡμᾶς ἐζημίωσεν· ἐνεφύσησε γὰρ Χριστὸς ἡμῖν μετὰ τὴν ἀνάστασιν καὶ εἰς τὸ ἀρχαῖον ἡμᾶς ἀνακαινίζων κάλλος· «λάβετέ» φησι «πνεῦμα ἅγιον». ἑνοῦται τοιγαροῦν ἡμῖν τὸ πνεῦμα· «ὁ κολλώμενος» γὰρ «τῷ κυρίῳ ἓν πνεῦμά ἐστιν». οὐκοῦν ἐν τοῖς κατ' εὐσέβειαν σπουδάσμασι καταληφθέντες ἐπὶ τοῦ τέλους τὸ πλῆρες ἀπολαμβάνομεν, ὡς ἐν ἀρραβῶνος τάξει τὸ πνεῦμα νῦν ἔχοντες, κατηγορούμενοι δὲ ἐν ἁμαρτίαις καὶ αὐτὸν ζημιούμεθα τὸν ἀρραβῶνα τοῦ πνεύματος· ἀποτέμνεται γὰρ καὶ ἀπανίσταται ὥσπερ κατὰ τὸν τῆς κρίσεως καιρόν. καὶ ταύτην εἶναί φαμεν, ἣν ἐνθάδε φησὶ διχοτόμησιν· οὐ γὰρ οἷόν τε σὺν τῷ πνεύματι δοθῆναί τινα εἰς κόλασιν.