Ancient Greek · ~1 min
Fragment 29
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 29
Not analysed yet
Mt 3, 16 Οἱ μὲν παλαιοὶ καὶ πρὸ τοῦ Χριστοῦ τοὺς ὑπ' αὐτῶν βαπτιζομένους κατεῖχον ἐν τῷ ὕδατι ἕως ἂν τὰ ἑαυτῶν ἐξωμολογήσαντο ἁμαρτήματα, ὁ δὲ Χριστὸς ἀναμάρτητος ὢν εὐθὺς ἀνέβη· οὐδὲ γὰρ ὡς μετανοῶν ἐβαπτίσθη, ἀλλ' ὡς καθαίρων ἁμαρτήματα καὶ ἁγιάζων τὰ ὕδατα.