Ancient Greek · ~2 min
Fragment 321
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 321
Not analysed yet
Mt 28, 18 Οἰκονομικῶς ἔτι καὶ ἀνθρωπινώτερον ἔφη τὸ ἐδόθη μοι· πλὴν βούλεται νοεῖσθαι, ὅτι τὴν κατὰ πάντων ἔχει ἐξουσίαν ὡς θεὸς καὶ ἀφεὶς τὸ τῆς κενώσεως μέτρον εἰς τὴν ἔμφυτον καὶ ἀεὶ προσοῦσαν αὐτῷ δόξαν ἀνέδραμεν καὶ μετὰ σαρκὸς θεὸς τῶν ὅλων καὶ κύριος ὁμολογούμενος. λοιπὸν οὖν λέγει ἐδόθη μοι οὐχ ὡς πρῶτον λαβών, ὅτε γέγονεν ἄνθρωπος, ἀλλ' ὅπερ εἶχεν ἀεὶ διὰ τὸ ὑπάρχειν ἐκ πατρὸς καὶ φύσει θεὸς ὡς ἐν ἀνθρώπου τάξει δεχόμενος.