Ancient Greek
Fragment 39
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 39
Not analysed yet
Mt 5, 9 Εἰρηνοποιοὶ δὲ οὐ μόνον οἱ φιλοποιοῦντες τοὺς ἐχθρούς, ἀλλὰ καὶ οἱ τὸν θυμὸν καὶ τὴν κακὴν ἐπιθυμίαν ἐξημεροῦντες, βιοῦντές τε ὀρθῶς ἔργῳ καὶ λόγῳ διὰ πίστεως ἀπταίστου, πλὴν καὶ οἱ μεταδιδάσκοντες τοὺς ἀπίστους καὶ ἄγοντες πρὸς τὴν πίστιν ὡς τοὺς ἐχθροὺς τοῦ θεοῦ φιλοποιοῦντες αὐτῷ. μακάριοι οἱ τοιοῦτοι ὡς μιμησάμενοι τὸν υἱὸν τοῦ θεοῦ· υἱοὶ γὰρ κληθήσονται ἀθανασίας μετασχόντες ἤτοι συμβασιλεύσουσι τῷ Χριστῷ ἐν τῇ δευτέρᾳ αὐτοῦ παρουσίᾳ.