Ancient Greek · ~2 min
Fragment 41
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 41
Not analysed yet
Mt 5, 13 Ἅλας καλεῖ τὴν φρόνησιν, ἧς ἔμπλεός ἐστιν ὁ ἀποστολικὸς λόγος, ὃς σπαρεὶς ἐν ταῖς ἡμετέραις ψυχαῖς τὸν τῆς σοφίας ἡμῖν ἐνοικίζει λόγον, ὃς διὰ τὸ νόστιμον καὶ χαρίεν τούτῳ παρείκασται· ὅνπερ γὰρ τρόπον ἄνευ ἁλὸς οὔτε ἄρτος οὔτε ὄψον ἐδώδιμον, οὕτως ἄνευ τῆς ἀποστολικῆς συνέσεως καὶ διδασκαλίας πᾶσα ψυχὴ καὶ μωρὰ καὶ ἄνοστος καὶ οὐχ ἡδεῖά ἐστι παρὰ τῷ θεῷ.