Ancient Greek
Fragment 46
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 46
Not analysed yet
Mt 5, 18 Ἀντὶ τῆς σαρκικῆς λατρείας εἰσήγαγεν ὁ κύριος τὴν «ἐν πνεύματι καὶ ἀληθείᾳ»· καὶ τάχα ἅπερ οὐδὲ σαρκικῶς ἐποίουν οἱ Ἰουδαῖοι, ταῦτα καὶ νῦν πνευματικῶς οἱ Χριστοῦ μαθηταὶ ποιοῦσιν. διό φησιν· ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἐκ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. δηλονότι οὐ πάντα ἐποίησαν οἱ Ἰουδαῖοι, ἢ κἂν ἐποίησαν, ἐπαύσαντο τοῦ ποιεῖν μηκέτι συγχωρούμενοι ποιῆσαι αὐτά, πῇ μὲν διὰ τὸν φόβον τῶν βασιλέων, πῇ δὲ καὶ τὸ καταλελύσθαι τὸν ναόν, ἐν ᾧ μόνῳ ἔδει τὰς θυσίας ἐπιτελεῖσθαι.