Ancient Greek · ~3 min
Fragment 48
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 48
Not analysed yet
Mt 5, 19 Ὁ ἀθετῶν μίαν τῶν τοῦ νόμου ἐντολῶν ἀθετεῖται παρὰ τοῦ θεοῦ ὡς θεομάχος καὶ ἀντινομοθετῶν τῷ θεῷ. καὶ νῦν ἐκ τοῦ εὐαγγελικοῦ νόμου δέχεται τὴν τιμωρίαν, ἣν νόμος πάλαι οὐκ ἦν ὁρίσας. διὸ καὶ ἀκολούθως λέγει ὁ Χριστός, «ὅτι οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». ὃ γὰρ ἐκεῖ ἔλειπε, ὧδε ἀνεπλήρωσεν, οἷον ἐν τῷ νόμῳ ἐλέχθη· «ἀπὸ προσώπου πολιοῦ ἐξαναστήσῃ» καὶ «ἐὰν ἴδῃς τὸ ὑποζύγιον τοῦ ἐχθροῦ σου ὑποπεπτωκὸς ὑπὸ τὸν γόμον, συνέγειρον αὐτὸ μετ' αὐτοῦ». ταῦτα εἰ παρέβη τις, οὐκ ἦν τιμωρία ὁρισθεῖσα ὑπὸ τοῦ νόμου. ἣν ἀποπληρῶν ὁ Χριστός φησιν, ὅτι ἐν τῇ βασιλείᾳ τοῦ θεοῦ ὁ τοιοῦτος ἐξουθενηθήσεται. ταύτην οὖν καλεῖ ἐλαχίστην ἐντολήν, ἐφ' ἣν οὐκ ἦν ἐκ παραβάσεως ἐπαγομένη κόλασις.