Ancient Greek · ~2 min
Fragment 5
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 5
Not analysed yet
Mt 1, 16 Τὸ δὲ μὴ εἰπεῖν δι' ἧς ἐγεννήθη ἴσως, ἀλλὰ ἐξ ἧς, ἀνατρέπει τὴν αἵρεσιν Ἀπολιναρίου λέγοντος ὡς διὰ σωλῆνος τῆς παρθένου τὸν Χριστὸν διελθεῖν καὶ μηδὲν ἐξ αὐτῆς προσλαβεῖν. ὁ γὰρ εὐαγγελιστὴς οὐ δι' αὐτῆς φησι γεννηθῆναι τὸν Ἰησοῦν, ἀλλ' ἐξ αὐτῆς, τοῦτ' ἔστιν ἐκ τῶν πανάγνων αὐτῆς αἱμάτων· τοιοῦτον καὶ τὸ τοῦ ἀποστόλου· «ἀπέστειλε» γάρ φησιν «ὁ θεὸς τὸν υἱὸν αὐτοῦ, γενόμενον ἐκ γυναικός», ἀλλ' οὐ διὰ γυναικός.