Ancient Greek · ~1 min
Fragment 57
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 57
Not analysed yet
Mt 5, 28 Ὁ ἐμβλέψας γυναῖκα καὶ ἐπιθυμήσας τότε κρίνεται, ὅτε φανῇ αὐτῷ ἡ σὰρξ τῆς γυναικὸς εἰς ἐπιθυμίαν καλὴ καὶ σαρκικῶς αὐτὴν ἴδῃ καὶ ἁμαρτητικῶς· ὁ γὰρ δι' ἀγάπην τῆς ἁγνῆς ὁρῶν τὸ κάλλος, οὐ τὴν σάρκα ἡγεῖται καλήν, ἀλλὰ τὴν ψυχήν.