Ancient Greek · ~1 min
Fragment 59
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 59
Not analysed yet
Mt 5, 29—30 Ὀφθαλμὸς καὶ χεὶρ νοεῖται ὁ φίλος. ἐὰν γάρ τινα οὕτω φιλῇς ὡς ἐν τάξει ὀφθαλμοῦ δεξιοῦ καὶ χρήσιμον αὐτὸν νομίζῃς ὡς ἐν τάξει δεξιᾶς χειρὸς καὶ βλάπτῃ σου τὴν ψυχήν, ἀπότεμε τούτους ἀπό σου καὶ πόρρω χωρίσθητι ἀπ' αὐτῶν· ὅταν γὰρ μὴ ἀλλήλους σῴζητε, ἀλλὰ μᾶλλον ἀμφότεροι προσαπολλύησθε ὄντες ὁμοῦ, συμφέρει χωρισθέντα κἂν τὸν ἕνα σωθῆναι.