Ancient Greek · ~2 min
Fragment 63
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 63
Not analysed yet
Mt 5, 33—35 Διὰ τοῦτο κωλύει ἡμᾶς ὀμνύναι κατὰ τοῦ οὐρανοῦ καὶ τῆς γῆς, ἵνα μὴ δῶμεν τῇ κτίσει τὸ ὑπὲρ τὴν κτίσιν ἀξίωμα θεοποιοῦντες αὐτήν· οἱ γὰρ ὀμνύντες, φησίν, «κατὰ τοῦ μείζονος ὀμνύουσιν» ὡς ὁ ἀπόστολος ἔφη. ἀπαγορεύει δὲ καὶ τὸν κατὰ τῆς «Ἰερουσαλὴμ» ὅρκον, ἐπειδὴ ἡ ἐπίγειος «Ἰερουσαλὴμ» τῆς «ἄνω Ἰερουσαλὴμ» τύπος ἐστὶ καὶ καθ' ἑαυτοῦ μόνου ὀμνύει ὁ θεός, ὅ ἐστι τῆς ἰδίας δόξης. διὸ ὡς ὑπερβαινούσης ἡμᾶς τῆς ὁμοιότητος οὐκ ὀφείλομεν καθ' ἑαυτῶν ἤτοι τῆς ἑαυτῶν ὀμνύειν δόξης· οὐ γὰρ ἐλεύθεροί ἐσμεν ὡς ὁ θεός, ἀλλ' ὑπὸ τὴν τοῦ θεοῦ ἐσμεν ἐξουσίαν.