Ancient Greek · ~1 min
Fragment 68
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 68
Not analysed yet
Mt 5, 44 Ἴσως φήσειέ τις, πῶς ὁ μακάριος Παῦλος Ἀλέξανδρον ἀρᾶται τὸν χαλκέα; πρὸς ὅν φαμεν οὐχ ὡς ἴδιον ἐχθρόν, ἀλλ' ὡς ἐχθρὸν τοῦ εὐαγγελίου κατηράσατο αὐτὸν διδάσκων, ὅτι τοῖς τοῦ θεοῦ ἐχθροῖς ἀεὶ χρὴ πολεμεῖν.