Ancient Greek · ~2 min
Fragment 72
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 72
Not analysed yet
Mt 6, 10 Οἰκονομικῶς ὡς ἄνθρωπος ὁ Χριστὸς βασιλεὺς καλεῖται καίπερ ὢν φύσει θεός. ἐπεύχονται τοίνυν οἱ πιστοὶ ἐνυπάρξαι καὶ τοῖς ἀπίστοις, ἵνα εἰς τὸν Χριστὸν πιστεύσαντες ἴδιον ἐπικαλῶνται, δι' οὗ μεθέξουσι τῶν τελείων ἀγαθῶν νῦν μόνον ἔχοντες τὸν ἀρραβῶνα καὶ τὸ ἐκ μέρους ἀγαθόν· οὐ γὰρ ἂν ἐνεργῆ τότε τὰ πάθη τῆς ἀπαθείας παρούσης, φροῦδος ὁ θάνατος, ἀφανὴς ἡ φθορά, ὅταν ἐν ἡμῖν ἡ ζωὴ βασιλεύσῃ καὶ ἀφθαρσία τὸ κράτος ἔχῃ.