Ancient Greek · ~7 min
Fragment 93
Cyrillus Theol., Commentarii in Matthaeum (in catenis) 93
Not analysed yet
Mt 8, 4 Τί δὲ ἦν τὸ δῶρον τὸ παρὰ τοῦ λεπροῦ κατὰ τὸν νόμον προσαγόμενον; «δύο ὀρνίθια», ὧν τὸ ἓν ἔσφαξεν ὁ ἱερεὺς «ἐφ' ὕδατι ζῶντι» καὶ λαβὼν «ξύλον κέδρινον καὶ κεκλωσμένον κόκκινον καὶ ὕσωπον» καὶ τὸ ἕτερον ὀρνίθιον τὸ ζῶν ἔβαπτεν αὐτὸ «εἰς τὸ αἷμα τοῦ ἐσφαγμένου ὀρνιθίου ἐφ' ὕδατι ζῶντι» καὶ ἔχριε τοῦ καθαριζομένου λεπροῦ τὰ δεξιά, ὠτίον, χεῖρα καὶ πόδα, «τὸ» δὲ «ὀρνίθιον τὸ ζῶν» ἔξω τῆς πόλεως «εἰς τὸ πεδίον» ἐξαπέστειλεν. ἐπιτήρει οὖν, ὅπως διὰ τῶν εἰρημένων ὁλοκλήρως ἡμῖν ζωγραφεῖται Χριστός· διὰ μὲν γὰρ τοῦ ζῶντος ὀρνιθίου τὸν ζῶντά τε καὶ οὐράνιον νοήσεις λόγον, διὰ δὲ τοῦ αἵματος τοῦ ἐσφαγμένου τὸ τίμιον αἷμα τοῦ παθόντος κυρίου (σαρκὶ γὰρ αὐτὸν πεπονθέναι φαμὲν πλὴν ὡς ἐν ἰδίῳ σώματι), διὰ δὲ τοῦ ἀσήπτου ξύλου (τοιοῦτον γὰρ τὸ κέδρινον) τὴν ἀδιάφθορον σάρκα· οὐ γὰρ «εἶδε διαφθορὰν» τὸ σῶμα Χριστοῦ. διὰ δὲ τοῦ ὑσσώπου τὴν τοῦ πνεύματος ζέσιν (θερμὴ γὰρ ἡ πόα καὶ τῶν ἐκ ψυχρότητος παθῶν σμηκτική) τοιαύτη δὲ ἡ τοῦ ἁγίου πνεύματος ἐνέργειά τε καὶ δύναμις. διὰ δὲ τοῦ κοκκίνου τῆς ἐφ' αἵματι διαθήκης τὴν ὁμολογίαν. διὰ δὲ τοῦ ζῶντος ὕδατος τὴν ζωοποιὸν τοῦ βαπτίσματος χάριν, δι' οὗ ὁ λεπρωθεὶς τῇ ἁμαρτίᾳ καθαίρεται. διὰ δὲ τοῦ ἔξω τῆς πόλεως τὸ ζῶν ὀρνίθιον ἀποστέλλεσθαι τὴν ἀπὸ τοῦ κόσμου μετάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν τοῦ Χριστοῦ διδασκόμεθα. γεγονὼς γὰρ οὕτως πρὸς τὸν πατέρα καὶ θεὸν ὑπὲρ ἁπάντων ἡμῶν ἐξιλάσεται καὶ καθαρισθησόμεθα. διὰ δὲ τοῦ χρίεσθαι τὰ δεξιὰ τοῦ λεπροῦ, ὠτίον καὶ χεῖρα καὶ πόδα τὸ δεῖν πρὸς τῇ θεωρίᾳ καὶ τῇ πράξει καὶ τῇ πορείᾳ ἐν τοῖς θείοις ἡμᾶς γενέσθαι.