Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1081
Not analysed yet
ὑπ' αὐτῷ γενομένους καὶ πεπλανημένους εἰς τὸ τῆς ἀληθοῦς θεογνωσίας φῶς ἀποκομίζων εὐτέχνως, καὶ μεθιστὰς ἐκ φαυλότητος εἰς εὐζωΐαν ἁγιοπρεπῆ. Ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι, καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν, καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ, ὅτι ἐγὼ ὁ ῥυσάμενός σε, καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ. Ποιεῖται μὲν τοὺς λόγους ὡς πρός γε φημὶ τὴν Σιών. Υἱοὺς δὲ αὐτῆς ὀνομάζειν ἔοικεν ἐν τούτοις τοὺς ἁγίους ἀποστόλους καὶ εὐαγγελιστὰς, καὶ τοὺς μετ' ἐκείνους ἔτι κεκλημένους εἰς ἱερουργίαν· οἳ καὶ φωστῆρες ἐν κόσμῳ γεγόνασι λόγον ἐπέχοντες ζωῆς, καὶ διακηρύττοντες πανταχοῦ τὴν δόξαν Χριστοῦ, καὶ τῆς παρ' αὐτοῦ σωτηρίας τὴν δύναμιν ἐμφανῆ καθιστῶντες τοῖς ἀνὰ πᾶσαν τὴν γῆν, οἷς δὴ καὶ ὑπῆν οἷά τις θὴρ ὠμός τε καὶ ἀπηνὴς, καὶ ἀρχέκακος δράκων, θλίψεις καὶ διωγμοὺς ἐπισωρεύων αὐτοῖς, καὶ καταθήγων ἀφορήτως τοὺς τῆς ἐνούσης αὐτῷ μοχθηρίας ὑπασπιστάς. Ἐπεχειρήθησαν γοῦν διωγμοὶ πλειστάκις, κατὰ τῶν ἁγίων Ἐκκλησιῶν, καὶ τυράννων ἀγρίως ὠμότης ἐπιπηδήσασα, παρεκόμισε πολλοὺς εἰς τοὺς ἐπὶ τοῖς μαρτυρίοις ἀγῶνας. Ἀλλ' ἐγὼ, φησὶν, ὦ Σιών· φαμὲν δὲ εἶναι τὴν Ἐκκλησίαν, ἣν δὴ καὶ Σιὼν ἀποκαλεῖ· τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι. Ἀδικήσαντες γὰρ οὐδὲν οἱ Θεῷ προσκείμενοι, καὶ ἐπ' οὐδενὶ τὸ σύμπαν ἀτόπῳ κατεγνωσμένοι, εἶτα τοὺς μέχρι ψυχῆς καὶ αἵματος διενεγκόντες ἀγῶνας μετὰ λαμπρῶν ἀνδραγαθημάτων εἰς τὰς ἄνω τρέχουσι μονάς· πλὴν τό γε ἧκον εἰς τὸν τῶν ἐπιβουλευσάντων σκοπὸν, τεθνήκασί τε καὶ ἀπολώλασιν. Οὐκοῦν ἡ ἐπὶ τούτοις κρίσις, ἤτοι δικαιοκρισία πάντη τε καὶ πάντως ἔσται παρὰ Θεοῦ. Οἱ μὲν γὰρ δι' εὐσέβειαν τοὺς εὐκλεεστάτους ἀγῶνας διανηξάμενοι, καὶ εἰς τὸ βραβεῖον τῆς ἄνω κλήσεως καταντήσαντες, τὸν τῆς ἀφθαρσίας ἀναδήσονται στέφανον. Οἱ δέ γε τὴν δίωξιν ἐπενεγκόντες αὐτοῖς, καὶ ἀπεκτονότες ἀδίκως, οὓς ἦν ἄμεινον ἐπείγεσθαι ζηλοῦν, τὰς ἑαυτῶν ἔδονται σάρκας, καὶ οὐ τὸ τῶν πεπονθότων μᾶλλον, ἀλλὰ τὸ οἰκεῖον ὥσπερ ἐκροφήσουσιν αἷμα. Ἃ γὰρ ἑτέροις ἐπήγαγον, οὐκ ἐν δίκῃ πείσονται μᾶλλον ψήφῳ δικαίᾳ Θεοῦ, στεφανοῦντος μὲν τοὺς πεπονθότας, ὑποφέροντος δὲ μακρᾷ καὶ ἀτελευτήτῳ κολάσει τοὺς ἀδικήσαντας. Ἔσται δὲ ἡ τοιαύτη δικαιοκρισία γνωριμωτάτη πάσῃ σαρκὶ, τοῦτ' ἔστιν, ἀνθρώπῳ παντί. Ἔσονται γὰρ ἐν τοῖς δι' εὐσέβειαν κινδυνεύουσιν. Ὡς ἀντιλήψεται πάντη τε καὶ πάντως ἡ παρ' ἐμοῦ βοήθεια τοῦ καὶ ἐνισχύοντός σε τὸν Ἰακὼβ, τοῦτ' ἔστι, τὸν ἐκ σπέρματος Ἰακώβ. Ἔφην δὲ, ὅτι γέγραπταί πως ὁ προφητικὸς ἐν τούτοις λόγος, εἰς πρόσωπον τῶν ἁγίων ἀποστόλων τε καὶ εὐαγγελιστῶν, οἵπερ ἦσαν ἐξ Ἰακὼβ, κατά γέ φημι, τὴν σάρκα. Οὐκ ἀπίθανον δὲ καὶ Ἰακὼβ ὀνομάζεσθαι πτερνιστὴν ἅπαντα, τοῦτ' ἔστι, τὸν πτερνίζοντα τὸν Σατανᾶν, καὶ τοὺς τῆς ἁμαρτίας παρελαύνοντα βρόχους εὐτέχνως τε ἅμα καὶ νεανικῶς. Πτερνιστὴς γὰρ ὁ Ἰακὼβ ἑρμηνεύεται. Οὕτως λέγει Κύριος· Ποῖον βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν· ἐν ᾧ ἐξαπέστειλα