Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1080
Not analysed yet
οὐχ ὡς ὅντα αὐτοῦ κατὰ ἀλήθειαν, ἀλλ' ὅτι κατείληπτο παρ' αὐτοῦ. Ἐπειδὴ δὲ εἰσῆλθεν εἰς αὐτὸν σαρκωθεὶς ὁ Λόγος, ἀφράστῳ δυνάμει καταδήσας τὸν ἰσχυρὸν, μετέθηκεν εἰς ἑαυτὸν τὰ σκεύη αὐτοῦ, τοῦτ' ἔστι, τοὺς τὰ αὐτοῦ φρονοῦντάς ποτε. Ὥσπερ ἐκλογῆς σκεύη, τοὺς ἁγίους εἶναί φαμεν, οὕτω καὶ σκεύη διαβολικὰ, τοὺς ὑπ' αὐτῷ γεγονότας, καὶ τὰ αὐτοῦ φρονεῖν ἑλομένους, ἤγουν κατηναγκασμένους. Οὔτω λέγει Κύριος· Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήψεται σκύλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος, σωθήσεται. Ἔφην ἀρτίως ὅτι δυνάμεσι ταῖς ἀῤῥήτοις καὶ θεοπρεπέσι χρώμενος ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστὸς εἰσῆλθεν εἰς τὴν οἰκίαν τοῦ ἰσχυροῦ, τοῦτ' ἔστιν, εἰς τόνδε τὸν κόσμον ἀφῖκται μετὰ σαρκὸς, καὶ τὸν πάλαι πλεονεκτοῦντα, καὶ βιαζόμενον τοὺς ἀνὰ πᾶσαν τὴν γῆν, καὶ τοῖς τῆς ἁμαρτίας αὐτοὺς ὑποφέροντα ζυγοῖς, καὶ ἐν δορυκτήτων τάξει πεποιημένον, ἐσκύλευσέ τε καὶ οἶον δεσμοῖς ἀῤῥήκτοις ἐμβαλὼν, σειραῖς ζόφου ταρταρώσας, παρέδωκεν εἰς κρίσιν μεγάλης ἡμέρας τηρεῖσθαι κολασθησόμενον, ἐσκύλευσέ τε καὶ μετὰ τοῦτο αὐτὸν, παλινδρομεῖν ἀναπείσας τοὺς ὑπ' αὐτῷ γεγονότας, εἴς γε τὸ θέλειν τῷ κατ' ἀλήθειαν ὑποκεῖσθαι Θεῷ, καὶ τῶν αὐτοῦ νευμάτων ἀντέχεσθαι, καὶ ἀποπεραίνειν ἐπείγεσθαι τὸ τελοῦν αὐτοῖς εἰς σωτηρίας εὕρεσιν. Ἐπειδὴ δὲ καὶ κεκράτηκεν ὁ Χριστὸς, παρέπεμψε τὸ νικᾷν καὶ εἰς ἡμᾶς αὐτοὺς, πλὴν οὐ δίχα αὐτοῦ· τὸ γὰρ καύχημα τῆς δυνάμεως τῶν ἁγίων αὐτός ἐστι, κατὰ τὴν τοῦ Ψάλλοντος φωνήν. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος· «Πάντα ἰσχύω, φησὶν, ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ.» Οὐκοῦν ἱππήλατον καὶ ἡμῖν ἀποφαίνων τὸ δύνασθαι σκυλεύειν τὸν ἰσχυρὸν, ἤτοι τὸν γίγαντα, φημὶ δὴ τὸν Σατανᾶν. Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, φησὶ, λήψεται σκύλα. Ὅτε γὰρ διαβολικῆς ἰσχύος περιγιγνόμεθα, καὶ τὰς τῶν ἐχθρῶν ἐφόδους διαδιδράσκομεν γενικῶς ὅπλον εὐδοκίας αὐτὸν ἔχοντες τὸν Χριστὸν, τότε σκυλεύομεν τὸν πονηρὸν, καὶ τὴν νικῶσαν ψῆφον ἀποφερόμενοι, καὶ κρείττους ἀναδεδειγμένοι τῆς ἐνούσης αὐτῷ σκαιότητός τε καὶ πονηρίας. Πλὴν ὅτι παρὰ Χριστοῦ τὸ δύνασθαι νικᾷν τοῖς ἀνδριζομένοις προσγένοιτ' ἂν, καὶ οὐκ ἂν ἑτέρως εἰς τοῦτο εὐκλείας διελάσειέ τις, διαδείκνυσιν εὖ μάλα προστιθείς· Λαμβάνων δὲ παρ' ἰσχύοντος σωθήσεται. Διδόντος γὰρ ἡμῖν τὸ δύνασθαι κατευμεγεθεῖν τοῦ μιαιφόνου δράκοντος, σκυλεύσομεν αὐτὸν, σωθησόμεθα δὲ πρὸς τούτῳ παραπέμποντος ἡμᾶς τοῦ νικᾷν εἰς ἀμύρητον ζωὴν, εἰς δόξαν, εἰς καύχημα, καὶ εἰς βασιλείαν οὐρανῶν. Ἔφη δέ που καὶ αὐτὸς ὁ Χριστὸς, σκυλεύσας τὸν Σατανᾶν, καὶ τὴν ὁδὸν δύνασθαι κρατεῖν ψιλὴν, καὶ εὐήλατον τοῖς εἰς αὐτὸν πιστεύσασιν ἀποφήνας· «Ἰδοὺ δέδωκα πατεῖν ἐπάνω ὄφεων ὑμῖν, καὶ σκορπίων, καὶ ἐπὶ πᾶσαν τὴν δύναμιν τοῦ ἐχθροῦ, καὶ οὐδὲν ὑμᾶς οὐ μὴ ἀδικήσῃ.» Ἀληθὲς οὖν, ὅτι λαβόντες παρ' ἰσχύοντος, τοῦτ' ἔστιν, αὐτοῦ, καὶ γάρ ἐστιν αὐτὸς ὁ τῶν δυνάμεων Κύριος, σεσώσμεθά τε καὶ νενικήκαμεν. Σκυλεύσειε δ' ἄν τις καὶ ἑτέρως τὸν Σατανᾶν, τοὺς