Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1085
Not analysed yet
ἁμαρτία. Ταύτης γὰρ ἕνεκα κατεκτήσατο πάντας. ὑμᾶς ὁ τῆς ἁμαρτίας πατὴρ, καὶ φαυλότητος πάσης εὑρετής· καὶ τοὺς τῆς πρὸς Θεὸν οἰκειότητος ἀποπίπτοντας ἁρπάζων εἰς ἑαυτὸν, καὶ τοῖς τῶν κακῶν βόθροις ἐγκαθιεὶς, καὶ εἰς πέταυρον ᾅδου κατακομίζων αὐτούς. Ἕψεται γὰρ πάντως τοῖς ὠλισθηκόσι τῆς πρὸς Θεὸν οἰκειότητος τὸ δεῖν ἀφύκτοις ἐγκαταπείρεσθαι βρόχοις. Δεινὸς γὰρ εἰς πλεονεξίαν ὁ Σατανᾶς, καὶ οὕσπερ ἂν ἴδοι τῶν ἐπὶ γῆς ὀλιγωρεῖν ἑλομένους τοῦ εἶναι μετὰ Θεοῦ τούτους τοῖς ἰδίοις ὑποφέρει ζυγοῖς, καὶ ἐν τοῖς ἐσχάτοις κατακομίζει κακοῖς, δούλους αὐτοὺς ἀποφαίνων, ἀντ' ἐλευθέρων, καὶ ἐξ ἐνδόξων ἀτίμους. Τοιαῦτα γὰρ ἀεὶ τῆς ἐκείνου σκαιότητος τὰ ὀψώνια. Τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων; Μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; Ἰδοὺ τῇ ἀπειλῇ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους, καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει. Καὶ ἐνδύσω τὸν οὐρανὸν σκότον, καὶ ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ. Τὰ τῆς Σιὼν τέκνα, τοῦτ' ἔστι, τοὺς ἐξ αἵματος Ἰσραὴλ, καὶ αὐτὴν δὲ τὴν Σιὼν, τὴν ἐπίγειον Ἱερουσαλὴμ δηλονότι, ταῖς σφῶν αὐτῶν ἁμαρτίαις καταπεπράσθαι τε καὶ ἐκβεβλῆσθαι τῆς πρὸς αὐτὸν οἰκειότητος εὖ μάλα διειρηκὼς, ὑπὸ μῶμον ἄγει, καὶ γραφὴν τῆς εἰς λῆξιν ἀπονοίας τε ὁμοῦ καὶ ἀμαθίας. Ἐπιλάμψαντος γὰρ τοῦ Μονογενοῦς μετὰ σαρκὸς τοῖς ἐπὶ τῆς γῆς, καὶ ἐν εἴδει τῷ καθ' ἡμᾶς πεφηνότος, ἀμνημονήσαντες ἀνοσίως, καὶ νόμου, καὶ προφητῶν, σκληροὶ καὶ ἄτεγκτοι μεμενήκασι, καὶ ἀσχέτως νοσοῦντες τὸ ἐξήνιον. Οὐ γὰρ ἤθελον εἰδέναι τὸν Λυτρωτὴν, τῆς σωτηρίας τὸν πρύτανιν, τὸν δικαιοῦντα τὸν ἀσεβῆ, καὶ ἁπάσης αἰτίας ἀπαλλάξαι δυνάμενον τοὺς ταῖς ἀνθρωπίναις ἀσθενείαις ἐνειλημμένους. Ἦλθον τοίνυν, φησὶ, τοῦτ' ἔστιν, ἐνηνθρώπησά τε καὶ ἐπέφανα τοῖς ἐξ Ἰσραὴλ, καὶ οὐκ ἦν ἄνθρωπος ἐν αὐτοῖς, νουνεχὴς δηλονότι, καὶ τὸν τῆς λυτρώσεως καιρὸν εἰδέναι δυνάμενος. Ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων. Ὡς γὰρ αὐτός που πάλιν φησὶν ὁ προφήτης Ἡσαΐας ἐκ προσώπου τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· «Εὑρέθην τοῖς ἐμὲ ζητοῦσιν, ἐμφανὴς ἐγενόμην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν. Εἶπα, Ἰδοὺ εἰμὶ, τῷ ἔθνει, οἳ οὐκ ἠπίσταντό με. Ὅλην τὴν ἡμέραν ἐξεπέτασα τὰς χεῖράς μου πρὸς λαὸν ἀπειθοῦντα, καὶ ἀντιλέγοντα.» Ἐν δέ γε τοῖς εὐαγγελικοῖς συγγράμμασι πλεισταχοῦ τὸν Κύριον εὑρήσομεν καλοῦντα πρὸς πίστιν τοὺς ἰδίους [Humfred. legit Ἰουδαίους]· «Δεῦτε πρός με πάντες οἱ κοπιῶντες, καὶ πεφορτισμένοι, κἀγὼ ἀναπαύσω ὑμᾶς. Ἄρατε τὸν ζυγόν μου ἐφ' ὑμᾶς.» Ποτὲ δὲ πάλιν· «Ὁ ἀκολουθῶν ἐμοὶ οὐ μὴ περιπατήσῃ ἐν τῇ σκοτίᾳ, ἀλλ' ἕξει τὸ φῶς τῆς ζωῆς.» Ναὶ μὴν καὶ τὸ πιστεύειν αὐτοῖς ἔγκαρπόν τε καὶ ἐπωφελὲς ἀποφαίνων· «Ἀμὴν λέγω, φησὶν, ὑμῖν, ὅτι ὁ πιστεύων ἔχει ζωὴν αἰώνιον.» Πλείστας δ' ἂν καὶ ἑτέρας φωνὰς ἐπισωρεύσειέ τις τὴν ἴσην ἐχούσας δύναμιν, εἴπερ ἕλοιτο μακρηγορεῖν. Οὐκοῦν ἐκάλεσα, καὶ οὐκ ἦν ὁ ὑπακούων, φησίν. Ἀλλ' ἴσως ἐκεῖνο ἐροῦσιν οἱ διὰ