Ancient Greek · ~12 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1088.1
Not analysed yet
μακρᾶς οὕτω ἀπονοίας προσκεκρουκότες, οἱ σκληρὰν καὶ ἄθραυστον τὴν διάνοιαν ἔχοντες, ὡς οὐκ ἂν ἰσχύσειεν ἡ ἐμὴ χεὶρ ῥύσασθαι τὴν ἐπ' οὐρανόν. Πεφρονήκασι δὲ κἀν τούτῳ τῶν ἀληθῶν οὐδέν. Ἦν μὲν γὰρ, ὡς ἔφην, ἐν εἴδει τῷ καθ' ἡμᾶς, καίτοι Θεὸς ὢν ὁ Λόγος. Ἐνηνθρώπησε δὲ τὴν κατὰ σάρκα ὑπομείνας γέννησιν ἐκ γυναικός. Ἀλλ' οἱ μὲν τοῦτο εἰδότες, καὶ τῶν θείων αὐτοῦ μυστηρίων οὐκ ἀγνοοῦντες τὸ βάθος, ᾔδεσαν ὅτι πάντα δύναται Θεὸς ὢν φύσει, καὶ ἦν ἱκανὸς εἰς λύτρωσιν τῆς ὑπ' οὐρανόν. Οἵ γε μὴν ἄπιστοί τε καὶ ἀμαθεῖς ὡς ἀνθρώπῳ προσῄεσαν κοινῷ, ὥστε καὶ ἐπιπηδῶντάς τε καὶ λέγοντας· «Περὶ καλοῦ ἔργου οὐ λιθάζομέν σε, ἀλλὰ περὶ βλασφημίας, ὅτι σὺ ἄνθρωπος ὢν ποιεῖς σεαυτὸν Θεόν.» Τούτοις ἂν πρέποι καὶ τὸ οἴεσθαί τε, καὶ λέγειν, ὡς κἂν ἰσχύσειεν ἡ αὐτοῦ χεὶρ ἐπαμῦναι τοῖς ἐπὶ τῆς γῆς, καὶ ῥύσασθαι τοὺς κεκρατημένους ὑπό τε τοῦ διαβόλου, καὶ τῆς ἁμαρτίας. Ἀλλ' ὅταν ταῦτα λογισθήσεσθε, φησὶ, προσενθυμήθητέ τι τῶν ἀμεινόνων· οὐ γάρ εἰμι καθ' ὑμᾶς ἄνθρωπος ἁπλῶς, Θεὸς δὲ μᾶλλον ἐν εἴδει τῷ καθ' ὑμᾶς γεγονὼς οἰκονομικῶς, ἵνα ὑμᾶς ἐξέλωμαι, καὶ θανάτου, καὶ ἁμαρτίας. Αὐτὸς γὰρ ὁ λαλῶν, πάρειμι ὁ πάλαι θαυματουργήσας διὰ Μωσέως, καὶ ἀφράστῳ δυνάμει διελὼν τὴν θάλασσαν, δῆλον δὲ ὅτι τὴν Ἐρυθράν. Ἐπάγη γὰρ ὡς τοῖχος τὰ ὕδατα, καὶ διέβησαν οἱ λελυτρωμένοι, καὶ τῆς ἐν Αἰγύπτῳ θητείας ἀποδυσάμενοι τὸν ζυγόν. Τὸ ἐξερημώσω τὴν θάλασσαν, ἐνθάδε φησὶν, ἀντὶ τοῦ ξηρὰν αὐτὴν ἀπέφηνα. Θήσω δὲ καὶ ποταμοὺς ἐρήμους. Τὸ δέ γε Θήσω πάλιν ἀντὶ τοῦ Τέθεικα νοητέον. Ἔστησε γὰρ τὸν Ἰορδάνην, καὶ ὑδάτων ἔρημον ἀπέφηνεν αὐτὸν διαβιβάζοντος τοῦ Ἰησοῦ τὸν Ἰσραὴλ, καὶ εἰς τὴν γῆν τῆς ἐπαγγελίας εἰσκομίζοντος. Εἰ δὲ δή φησιν ἀποξηρανθήσεσθαι ἐν τοῖς ὕδασιν ὄντας ἰχθύας, σύνες, ὅτι πρὸς δήλωσιν τοῦ εἰσάπαν κατεξηράνθαι τὸν Ἰορδάνην, παρελήφθη καὶ τοῦτο, τῆς οὕτω λαμπρᾶς, καὶ μεγάλης θαυματουργίας διαμνημονεύει λέγων καὶ ὁ θεσπέσιος Δαβὶδ ποτὲ μέν· «Τί ἐστί σοι, θάλασσα, ὅτι ἔφυγες, καὶ σὺ, Ἰορδάνη, ὅτι ἐστράφης εἰς τὰ ὀπίσω;» ποτὲ δὲ πάλιν· «Εἴδοσάν σε ὕδατα ὁ Θεὸς, εἴδοσάν σε ὕδατα, καὶ ἐφοβήθησαν. Ἐταράχθησαν ἄβυσσοι, πλῆθος ἤχου ὑδάτων.» Περὶ δὲ τοῦ Ἰορδάνου πάλιν ὧδέ φησι· Σὺ ἐξήρανας ποταμοὺς Ἡθὰμ, τοῦτ' ἔστι, τοὺς ἐν τῷ νότῳ. Διαμέμνηται καὶ ἑτέρας θαυματουργίας, καί φησιν, ὅτι Ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ θήσω ὡς σάκκον τὸ περιβόλαιον αὐτοῦ· καὶ τὸ Ἐνδύσω πάλιν ἀντὶ τοῦ, ἐνέδυσα, νοητέον. Διαμεμνήμεθα γὰρ γεγραφότος τοῦ Μωσέως τοῦ πανσόφου, ὅτι τριήμερος, καὶ βαθὺς τῆς Αἰγυπτίων χώρας κατεσκεδάσθη σκότος, ἠδίκησε δὲ παντελῶς οὐδὲν τοὺς ἐξ Ἰσραήλ. Ἦν γὰρ αὐτοῖς, καὶ ἡμέρα, καὶ φῶς. Παράδοξον δὲ καὶ τοῦτο, καὶ πέρα λόγου παντός. Ὅτε τοίνυν αὐτὸς, φησὶν, ἐκεῖνός εἰμι, καὶ ἐν σαρκὶ πεφηνὼς, ὁ πάλαι τὴν θάλασσαν ἐρημώσας, ἤτοι ξηρὰν ἀποφήνας, ἐργασάμενος δὲ τοῦτο καὶ εἰς ποταμοὺς, καὶ σκότῳ περιβαλὼν τὸν παμμεγέθη τοῦτον οὐρανὸν, καὶ διὰ πείρας αὐτῆς καταστήσας ἐμφανὲς ὅτι τῶν ὅλων εἰμὶ Δεσπότης, ἀνήνυτον δὲ ταῖς δυνάμεσι ταῖς ἐμαῖς παντελῶς οὐδέν,