Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1164
Not analysed yet
λάται, τίς ὑμᾶς ἐβάσκηνε τῇ ἀληθείᾳ μὴ πείθεσθαι, οἷς κατ' ὀφθαλμοὺς Ἰησοῦς Χριστὸς προεγράφη ἐσταυρωμένος;» Τοῦτο μόνον θέλω μαθεῖν ἀφ' ὑμῶν, ἐξ ἔργων νόμου τὸ πνεῦμα ἐλάβετε, ἢ ἐξ ἀκοῆς πίστεως; Οὕτως ἀνόητοί ἐστε; ἐναρξάμενοι πνεύματι, νῦν σαρκὶ ἐπιτελεῖσθε; Περιετέμνοντο γὰρ ἀσυνέτως, καίτοι τὴν ἐν πνεύματι περιτομὴν λαχόντες, ἤτοι διὰ Χριστοῦ. Οὐκοῦν ἀναγκαίως τὸ, Ἀπόστητε, ἐν τούτοις φησὶν ὁ τῶν ὅλων Θεὸς, καὶ τὸ, Ἐξέλθετε ἐκεῖθεν, καὶ τὸ, Ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου. Οἱ γὰρ ὅλως τῇ πίστει τιμήσαντες τὸν Ἐμμανουὴλ, καὶ τῆς θείας αὐτοῦ φύσεως κοινωνοὶ γεγονότες, διὰ τοῦ μεταλαχεῖν ἁγίου Πνεύματος, ἐμπλησθῆναί τε τῶν ἱερῶν αὐτοῦ χαρισμάτων, σκευοφοροῦσι Θεῷ. Καὶ τίνα δὲ τρόπον, διδάξει λέγων ὁ πάνσοφος Παῦλος· «Ἐνδύσασθε τὴν πανοπλίαν τοῦ Θεοῦ· αὕτη δέ ἐστιν ὁ θώραξ τῆς δικαιοσύνης, ἡ περικεφαλαία τοῦ σωτηρίου, ὁ θυρεὸς τῆς πίστεως, ἡ μάχαιρα τοῦ Πνεύματος, ὅ ἐστι Ῥῆμα Θεοῦ.» Ταύτην γὰρ ἔχοντες τὴν νοητὴν παντευχίαν, ἀντεξάγουσι τῷ Σατανᾷ, καὶ ταῖς σὺν αὐτῷ δυνάμεσιν ἀντανίστανται, προπηδῶντες τρόπον τινὰ καὶ προασπίζοντες τῶν ἰδίων ψυχῶν καὶ τῶν ὑπὸ χεῖρα λαῶν· αὕτη γὰρ τῶν ἡγουμένων τάξις. Πλὴν ἐξελθεῖν ἐπιτάξας ἐκ μέσου αὐτῆς, Οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, φησὶν, οὐδὲ φυγῇ πορεύσεσθε. Οὐ γὰρ ὡς φυγόντας, ἤγουν δεδιότας, τῶν Ἰουδαϊκῶν ταγμάτων ἀποφοιτᾷν ἐπιτάττει, ἀνειμένως δὲ μᾶλλον καὶ οἷον ἐπ' ἐξουσίας, ὡς παραιτουμένους τὸ συνδιαιτᾶσθαι θέλειν τοῖς οὕτω μεμολυσμένοις, καὶ συναριθμεῖσθαι βεβήλοις καὶ πονηροῖς. Οὐκοῦν, Οὐ φυγῇ πορεύσεσθε, φησίν· ὅτι δὲ καὶ δι' εὐμαρείας ἥξει τὰ πράγματα αὐτοῖς, καὶ οὐδὲν ὅλως ἀπαντήσει σκληρὸν, ἢ ἄναντες, ἢ τραχὺ, πεπληροφόρηκεν εἰπὼν, ὅτι Προπορεύσεται ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς ὁ Θεός. Θεοῦ δὲ συνόντος καὶ προβαδίζοντος, ποῖον ἔσται τὸ κακοποιοῦν τῶν ἱερῶν κηρυγμάτων τοὺς διακομιστάς; μᾶλλον δὲ πῶς οὐχ ἅπαντα αὐτοῖς τὰ κατ' εὐχὴν ἐκβήσεται, καὶ διὰ ψιλῆς ὥσπερ ὁδοῦ δραμοῦνται κηρύττοντες; Ἰδοὺ συνήσει ὁ παῖς μου, καὶ ὑψωθήσεται, καὶ δοξασθήσεται σφόδρα. Ὃν τρόπον ἐκστήσονται ἐπὶ σοὶ πολλοὶ, οὕτως ἀδοξήσει ἀπὸ ἀνθρώπων τὸ εἶδός σου, καὶ ἡ δόξα σου ἀπὸ τῶν ἀνθρώπων. Καὶ οὕτω θαυμάσονται ἔθνη πολλὰ ἐπ' αὐτῷ, καὶ συνέξουσι βασιλεῖς τὸ στόμα αὐτῶν· ὅτι οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἀναφανδὸν ἐν τούτοις τοὺς περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ ποιεῖται λόγους ὁ Θεὸς καὶ Πατήρ. Ἰδοὺ γὰρ συνήσει ὁ παῖς μου, φησί· καὶ τὸν μὲν παῖδα νοήσεις, τὸν Υἱὸν, ἤγουν τὸν δοῦλον. Ἔλαβε γὰρ δούλου μορφὴν Θεὸς ὢν ὁ Λόγος, καὶ Κύριος πάντων ὢν, τοῖς τῆς ἀνθρωπότητος ἐμβέβηκε μέτροις. «Οὐ γὰρ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλ' ἑαυτὸν ἐκένωσεν ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος, καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος ἐταπείνωσεν ἑαυτόν.» Οὐκοῦν, ὅτε γέγονεν ἄνθρωπος καθεὶς ἑαυτὸν εἰς ταπείνωσιν, τότε καὶ δοῦλος ἀνεγκλήτως ὠνόμασται τὸ τῆς δουλείας σχῆμα λαβών. Ἀλλὰ, Συνήσει, φησὶν, ἀντὶ τοῦ, Πάντα μετὰ συν-