Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1161.1
Not analysed yet
τὸν ἄνδρα.» Στείραν μὲν γὰρ τὴν οὐ τίκτουσαν, ἔρημόν τε πρὸς τούτοις ἀποκαλεῖ τὴν Ἐκκλησίαν τὴν ἐξ ἐθνῶν. Καὶ γὰρ ἦν ἄπαις καὶ ἐρήμη, τοῦτ' ἔστι χήρα, τὸν ἀγαθοῦ παντὸς σπορέα λόγον οὐκ ἔχουσα. Τὴν δέ γε τῶν Ἰουδαίων Συναγωγὴν ὕπανδρον εἶναί φησι, διὰ τὸ νόμῳ κατεζεῦχθαι τῷ διὰ Μωσέως, ἐγκύμονά τε γενέσθαι τῶν ἱερῶν θεσπισμάτων, δι' ὧν ἦν δύνασθαι καρποφορεῖν τῷ Θεῷ τὴν ὡς ἐν σκιαῖς ἔτι καὶ τύποις λατρείαν. Ἀλλὰ πολλὰ τὰ τέκνα τῆς ἐρήμου μᾶλλον, τοῦτ' ἔστι τὰ τῆς χήρας, ἢ τῆς ἐχούσης τὸν ἄνδρα. Τίνα δὲ τρόπον ἔσται καὶ τοῦτο, διεσάφησε προστιθεὶς, ὅτι Ἀποκαλύψει Κύριος τὸν βραχίονα αὐτοῦ τὸν ἅγιον ἐνώπιον πάντων τῶν ἐθνῶν· καὶ ὄψονται πάντα τὰ ἄκρα τῆς γῆς τὴν σωτηρίαν παρὰ Θεοῦ. Ὅτε γὰρ ἐμφανὴς γέγονεν ἐν τοῖς ἀνὰ πᾶσαν τὴν γῆν ὁ βραχίων τοῦ Θεοῦ καὶ Πατρὸς, τοῦτ' ἔστιν ὁ Υἱὸς, ὅτε πᾶσιν ἐγνώσθη τοῖς ἔθνεσιν, καὶ τεθέανται τὰ ἄκρα τῆς γῆς, τοῦτ' ἔστιν οἱ ἐκ περάτων εἰς πέρατα, τὴν παρ' αὐτοῦ σωτηρίαν, τὴν διὰ πίστεως δὲ δηλονότι, τότε πεπλήρωται τὰ ἔρημα Ἱερουσαλὴμ, δηλονότι τῆς νοητῆς, καὶ ἀριθμοῦ κρείττων ἡ τῶν κεκλημένων πληθύς. Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ἀποκαλεῖν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ. Δύναμις γάρ ἐστιν αὐτοῦ καὶ πανσθενὴς δεξιὰ, δι' ἧς τὰ πάντα ἐργάζεται, καὶ περὶ αὐτῆς φησιν ὁ θεσπέσιος Δαβίδ· «Κρατυνθήτω ἡ χείρ σου, ὑψωθήτω ἡ δεξιά σου.» Καὶ πάλιν περὶ τοῦ Θεοῦ Πατρός· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν ὁ Κύριος· ἔσωσεν αὐτὸν ἡ δεξιὰ αὐτοῦ, καὶ ὁ βραχίων ὁ ἅγιος αὐτοῦ.» Ἀπόστητε, ἀπόστητε, ἐξέλθετε ἐκεῖθεν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε. Ἐξέλθετε ἐκ μέσου αὐτῆς, ἀφορίσθητε, οἱ φέροντες τὰ σκεύη Κυρίου, ὅτι οὐ μετὰ ταραχῆς ἐξελεύσεσθε, οὐδὲ φυγῇ. Πορεύσεται γὰρ πρότερος ὑμῶν Κύριος, καὶ ὁ συνάγων ὑμᾶς Κύριος ὁ Θεὸς Ἰσραήλ. Ἔοικεν ὁ λόγος, ἢ πρὸς ἐκείνους γίνεσθαι παρὰ Θεοῦ τοὺς διὰ πίστεως συναγηγερμένους, καὶ τῆς Ἐκκλησίας χρηματίσαντας τέκνα, ἢ τάχα που πρὸς τοὺς ἁγίους μυσταγωγοὺς, ἀποστόλους δηλονότι, καὶ εὐαγγελιστὰς, οἳ φῶς γεγόνασι τῆς ὑπ' οὐρανὸν, τὸν τῶν εὐαγγελικῶν κηρυγμάτων τοῖς ἀνὰ πᾶσαν τὴν γῆν διαπορθμεύοντες λόγον. Τούτους δὴ οὖν ἀποστῆναι προστέταχε, καὶ ἀπίστων ἀποφοιτᾷν, ὡς ἀπὸ μεμολυσμένων, διὰ τὸ μήτε πιστεύειν ἑλέσθαι Χριστῷ, ἀλλὰ γὰρ καὶ τοῖς τῆς Κυριοκτονίας ἐγκλήμασι τὰς ἑαυτῶν ἐνόχους ἀποφῆναι κεφαλάς. Ἐξέλθετε δὴ οὖν, καὶ ἀκαθάρτου μὴ ἅπτεσθε, τοῦτ' ἔστι, τῆς πρὸς αὐτοὺς κοινωνίας ἀποσχοινίσθητε, ὡς μηδ' ὅσον αὐτῶν ἐθέλειν ἀποθήγειν. Ὁ γὰρ ἁπτόμενος πίσσης, φησὶ, μολυνθήσεται· καὶ γάρ ἐστιν ἀναγκαῖον, τοὺς εἰς Χριστὸν πιστεύσαντας, καὶ δι' αὐτοῦ κεκλημένους εἰς ἀποκάθαρσιν ἁμαρτίας καὶ εἰς μέθεξιν ἁγιασμοῦ, τῆς Ἰουδαϊκῆς ἀμαθίας ἔξω φέρεσθαι φιλεῖν, καὶ ὁλοτρόπως ἑτερογνώμονας παρ' ἐκείνους ὑπάρχειν, ἀφορισθῆναί τε εἰσάπαν· οὐδεμία γὰρ κοινωνία φωτὶ πρὸς σκότος, ἀλλ' οὐδὲ μερὶς πιστῷ μετὰ ἀπίστου. Καὶ γοῦν ὁ πάνσοφος Παῦλος ἐπιστέλλει τοῖς ἐκ Γαλατίας, μετὰ τὴν ἐν Χριστῷ δικαίωσιν παλινδρομῆσαι τολμήσασιν ἐπὶ τὴν ἐν νόμῳ λατρείαν· «Ὦ ἀνόητοι Γα-