Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1168.1
Not analysed yet
αὐτῶν, κατεπλάγησάν τε τὴν δόξαν αὐτοῦ, διέδειξεν εἰπὼν, ὅτι Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι συνήσουσιν. Ἀνηγγέλη μὲν γὰρ τοῖς ἐξ Ἰσραὴλ διά τε νόμου καὶ προφητῶν τὰ περὶ Χριστοῦ, τοῖς γε μὴν ἔθνεσιν οὐδαμῶς. Ἀλλ' οὗτοι, φησὶν, ὄψονται μᾶλλον τὴν παρ' αὐτοῦ σωτηρίαν· καὶ οἱ τῶν αὐτοῦ μυστηρίων ἀνήκοοι παντελῶς, οὗτοι συνήσουσιν αὐτὰ, πιστεύσαντες δηλονότι. Ῥίζα γὰρ συνέσεως καὶ τροφὸς ἡ πίστις, καὶ οἷον εἰσβολὴ πρὸς εὐσέβειαν καὶ ζωὴν εἰσκομίζουσα τοὺς δεχομένους αὐτήν. Καὶ γοῦν ὁ προφήτης Ἡσαΐας, «Ἐὰν μὴ πιστεύσητε, οὐδ' οὐ μὴ συνῆτε,» φησίν. Κύριε, τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; καὶ ὁ βραχίων Κυρίου τίνι ἀπεκαλύφθη; Ἀνηγγείλαμεν ἐναντίον αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα ἐν γῇ διψώσῃ. Πολὺς μὲν ἀεὶ παρὰ τῶν ἁγίων προφητῶν ὁ περὶ τοῦ πάντων ἡμῶν Σωτῆρος γέγονε λόγος, καὶ νουθετοῦντες οὐ διαλελοίπασιν, ἀπαγγέλλοντές τε καὶ μάλα σαφῶς, ὅτι καὶ ἥξει κατὰ καιροὺς ἐν ἀνθρωπείᾳ μορφῇ Θεὸς ὢν ὁ Λόγος, καὶ ὅτι θαυματουργήσει θεοπρεπῶς. Κἀκεῖνό τε καὶ τοῦτο ἐργάζεται, εἰς εὐθεῖαν καλῶν ὁδὸν τοὺς πεπλανημένους, καὶ δικαιῶν ἐν πίστει τὸν ἀσεβῆ. Ὤνησαν δὲ παντελῶς ὀλίγα τοὺς ἐξ αἵματος Ἰσραὴλ, πολὺ βλέποντας εἰς τὸ ἀπειθές· ὥστε καίτοι δέον ἁρπάσαι τὴν προαγόρευσιν, καὶ γνῶσιν συλλέξαι ζωοποιὸν, καὶ ταῖς ἑαυτῶν ἐναποθέσθαι καρδίαις, ἐκ τῶν ἐναντίων ἐπιπηδᾷν τοῖς μυσταγωγοῖς, ἐπιφύεσθαί τε καὶ μάλα πικρῶς λέγοντας· «Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν.» Καὶ γοῦν ὁ μὲν προφήτης Ἱερεμίας, ὡς ἐξ ἀμετρήτου τῆς Ἰουδαίων ὠμότητος κατενηνεγμένος εἰς ἀκηδίαν, οὕτω πού φησιν· «Οἴμοι ἐγὼ, μῆτερ. ὡς τίνα με ἔτεκες ἄνδρα δικαζόμενον καὶ διακρινόμενον ἐν πάσῃ τῇ γῇ; Οὔτε ὠφέλησα, οὔτε ὠφέλησέ με οὐδείς. Ἡ ἰσχύς μου ἐξέλιπεν ἐν τοῖς καταρωμένοις με.» Συλλήβδην δὲ, ἅπας ὁ τῶν ἁγίων χορὸς, ὡς περί γε τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιούμενοι, φασίν· «Ἰατρεύσαμεν τὴν Βαβυλῶνα, καὶ οὐκ ἰάθη. Ἐγκαταλίπωμεν αὐτὴν, καὶ ἀπέλθωμεν ἕκαστος εἰς τὴν γῆν αὐτοῦ· ὅτι ἤγγικεν εἰς τὸν οὐρανὸν τὸ κρῖμα αὐτῆς, ἐξῆρεν ἕως τῶν ἄστρων.» Βαβυλῶνα γὰρ τὴν Ἱερουσαλὴμ ἐν τούτοις κατονομάζουσιν, ὡς τὰ ἐκείνης μιμεῖσθαι σπουδάζουσαν, καὶ οὐδὲν ἀποδέουσαν τῆς τῶν ἐθνῶν χώρας, τό γε ἧκον εἰς ἐξιτηλίας, καὶ τὸ μὴ ἀνέχεσθαι τιμᾷν τὸν νόμον, ἤτοι τῆς προφητικῆς παιδαγωγίας τὸ ἐπωφελές. Τοῦτον ἔχει τὸν νοῦν καὶ τῶν προκειμένων στίχων ἡ δύναμις. Αἰτιᾶται γὰρ ὡς ὁλοτρόπως ἐκκεκλικότα πρὸς ἀπείθειαν τὸν Ἰσραὴλ, καί φησι· Τίς ἐπίστευσε τῇ ἀκοῇ ἡμῶν; Ἡμεῖς μὲν γὰρ, ὦ Δέσποτα, φησὶ, μεμυσταγωγήμεθα παρὰ σοῦ τὸν περὶ τῆς ἐνανθρωπήσεως λόγον, καὶ ταύτην ἐσχήκαμεν τὴν ἀκοήν· ἀλλ' οὐδεὶς πεπίστευκε, καὶ οὐδενὶ γέγονεν ἐμφανὴς ὁ σὸς βραχίων τοῦ πάντων Κυρίου καὶ Θεοῦ· Βραχίονα δὲ τοῦ Θεοῦ καὶ Πατρὸς, τὸν Υἱὸν ὀνομάζειν ἔθος τῇ θεοπνεύστῳ Γραφῇ, καθὰ δέδεικται πλεισταχοῦ. Ἀλλ' οἷον ἀνθισταμένου τινὸς καὶ λέγοντος· Ὑμεῖς μὲν, ὦ προφῆται, τὴν διὰ τοῦ Πνεύματος ἀκοὴν κατεσχήκατε, καὶ τὴν τοῦ μυστηρίου γνῶσιν κατεπλουτήσατε· ἆρ' οὖν ἐκηρύξατε τοῖς ἄλλοις τὸ μυστήριον; Ναὶ, φασὶν, ἀπηγ-