Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1169.1
Not analysed yet
γείλαμεν, καὶ μονονουχὶ διεμαρτυράμεθα λέγοντες, ὅτι Ἐσόμεθα ἐναντίον αὐτοῦ ὡς πεδίον, τουτέστιν, ὡς ἀγρὸς εὐανθὴς καὶ καρποφόρος, ἢ καὶ ὡς ῥίζα ἐν γῇ διψώσῃ, ἀρδεύοντος ἡμᾶς δηλονότι θείοις τε καὶ ἀποῤῥήτοις λόγοις τοῦ Μονογενοῦς, ἐν ᾧ πάντες εἰσὶν οἱ θησαυροὶ τῆς σοφίας καὶ γνώσεως ἀπόκρυφοι. Πάλαι μὲν γὰρ ἡ σύμπασα γῆ, ξηρά τις ὥσπερ καὶ ἄκαρπος ἦν, καὶ οἷον διψῶσα γῆ, καὶ καρποὺς ἡμέρους [οὐκ] ἔχουσα. Ἐπειδὴ δὲ τὸν παρὰ Χριστοῦ πεπλούτηκεν ὑετὸν, πνευματικὸν δηλονότι, καὶ τὴν διὰ τοῦ ἁγίου Πνεύματος χορηγίαν, ἀνεθάλ[λ]ομεν ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη τε καλὴ καὶ εὐανθής. Καὶ γοῦν ἔφη τις πρὸς ἡμᾶς τῶν ἁγίων προφητῶν· «Καὶ μακαριοῦσιν ὑμᾶς πάντα τὰ ἔθνη, διότι ἔσεσθε ὑμεῖς γῆ θελητὴ, λέγει Κύριος παντοκράτωρ.» Θελητὴν δὲ λέγει τὴν εὔκαρπον καὶ γονιμωτάτην· ἀσπαστὴ γὰρ αὕτη γηπόνοις. Ὅτι δὲ ἡ ἀκανθοτόκος ποτὲ ξηρά τε καὶ ἄνυδρος γῆ μεταπεφοίτηκεν εἰς γονιμωτάτην, καὶ εἰς τὸ δύνασθαι πλουτεῖν εὐκαρπίαις ταῖς πνευματικαῖς, σαφηνιεῖ λέγων ὁ τῶν ὅλων Θεὸς διὰ φωνῆς Ἡσαΐου· «Καὶ ἔσται, ἀντὶ τῆς στοιβῆς ἀναβήσεται κυπάρισσος, ἀντὶ δὲ τῆς κονύζης ἀναβήσεται μυρσίνη.» Εἴδη μὲν γὰρ ἀκανθῶν, στοιβή τε καὶ κόνυζα, τρέφει δὲ αὐτὰ ἀεί πως ἡ χέρσος τε καὶ ἄνυδρος γῆ· μυρσίνη δὲ καὶ κυπάρισσος διαπρέπουσιν ἐν κήποις. Ἐξῃρημένης τοίνυν ἀκάνθης, φησὶν, ἀναβλαστήσει λοιπὸν τὰ εὐοσμότατα τῶν φυτῶν, ὅταν ἡ διψὰς [al. διψῶσα] ἔνυδρος γένηται, Θεοῦ λέγοντος, ὅτι Ποιήσω τὴν ἔρημον εἰς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς. Θήσω εἰς τὴν ἄνυδρον γῆν κέδρον, καὶ πύξον, καὶ μυρσίνην, καὶ κυπάρισσον, καὶ λεύκην. Οὐκοῦν ἀνηγγείλαμεν, ὅτι πιστεύσαντες εἰς αὐτὸν τὸν Χριστὸν, ἐσόμεθα ἐναντίον αὐτοῦ, τουτέστιν, ἐφορώμενοι παρ' αὐτοῦ, ὡς πεδίον, ὡς ῥίζα, τουτέστιν ὡς βοτάνη ἐν γῇ ποτε διψώσῃ, ἐνύδρῳ γε μὴν παρ' αὐτοῦ γενομένῃ. Οὐκ ἔστιν εἶδος αὐτῷ, οὔτε δόξα· καὶ εἴδομεν αὐτὸν καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος. Ἀλλὰ τὸ εἶδος αὐτῷ ἄτιμον, ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους. Τί δὴ ἄρα φησὶν ὁ προφήτης ἐν τούτοις, ἢ ποῖον ἄν τις τοῖς εἰρημένοις ἐφαρμόσαι νοῦν, φέρε δὴ πάλιν καταθρήσωμεν, ὡς ἔνι. Ὡμολόγηκε μὲν γὰρ, ὅτι καὶ Ἀνηγγείλαμεν, τουτέστιν, ἀνελλιπῆ πεποιήμεθα τὴν προαγόρευσιν, ὡς ἥξει κατὰ καιρούς. Ἀλλ' ἴσως ἔφη ἄν τις πρὸς τοῦτο· Τί οὖν, εἰ καθίκετο μὲν ἐξ οὐρανῶν Θεὸς ὢν ὁ Λόγος, θεοπρεπεῖ δὲ δόξῃ κατεστεμμένος, καὶ ἀπροσίτῳ φωτὶ διαπρέπων ἐπέφανε τοῖς ἐπὶ τῆς γῆς, καὶ ἀπροσωπόληπτος ἦν διὰ τὴν τῆς δόξης ὑπερβολήν; Καὶ γοῦν ὅτε πεφοίτηκεν ἐν εἴδει πυρὸς ἐπὶ τὸ ὄρος τὸ Σινᾶ, σκότος ἦν, καὶ γνόφος, καὶ θύελλα, καὶ πῦρ ὑψοῦ διᾷττον, καὶ καπνὸς, πλεῖστά τε πρὸς τούτοις ἦν ἕτερα, δειμάτων καὶ πτοίας τῆς εἰς ἄκρον ποιητικὰ, ὡς ἀφόρητον γενέσθαι τοῖς θεωμένοις τὴν ὄψιν. Καὶ γοῦν μεσιτεύεσθαι παρεκάλουν οἱ ἐξ Ἰσραὴλ λέγοντες τῷ παναρίστῳ Μωσεῖ· «Λάλει σὺ πρὸς ἡμᾶς, καὶ μὴ λαλείτω πρὸς ἡμᾶς ὁ Θεὸς, ἵνα μὴ ἀποθάνωμεν.» Οὐδὲν οὖν τὸ θαῦμα, φησὶν, εἰ προηγορεύσατε μὲν