Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1172
Not analysed yet
ὑμεῖς, ὤφθη δὲ τοῖς ἐπὶ γῆς ἀπρόσβλητον ἔχων τὴν δόξαν, καὶ οὐδενὶ γέγονε φορητός. Τί οὖν οἱ προφῆται; θερμῶς ὑπαντῶσι λέγοντες· Ἀπροφάσιστος ἡ ἀπείθεια, οὐκ ἐνάφορμος ἡ ἀπόστασις, οὐκ ἔστιν εἶδος αὐτῷ, οὐδὲ δόξα. Οὐ γὰρ ἦν ἐν εἴδει, φησὶ, καὶ δόξῃ θεοπρεπεῖ. Κεκένωκε γὰρ ἑαυτὸν, ἐν ὁμοιώματι ἀνθρώπων γενόμενος· καὶ σχήματι εὑρεθεὶς ὡς ἄνθρωπος, ἐταπείνωσεν ἑαυτόν. Καὶ ταῦτά φαμεν, οὐκ ἐξ ἀκοῆς μόνης ἔχοντες τὴν παράδοσιν, ἀλλὰ καὶ αὐταῖς ὄψεσι τεθεαμένοι τὸν κηρυττόμενον. Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, κάλλος δὲ τὸ θεοπρεπὲς, ἀλλὰ τὸ εἶδος αὐτοῦ ἄτιμον. Σμικρὰ γὰρ, καὶ εὐτελῆ, καὶ ἄτιμα παντελῶς τὰ ἀνθρώπινα, ὡς πρός γε τὴν θείαν καὶ ὑπερτάτην ὑπεροχὴν, καὶ τῆς ὑπὲρ πάντα φύσεως τὸ ὑπέρλαμπρον κάλλος· εἴρηται γοῦν· Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Καὶ τὸ ἔτι μεῖζόν φησιν· Ἐκλεῖπον παρὰ πάντας ἀνθρώπους, δῆλον δὲ ὅτι τὸ εἶδος αὐτοῦ, ὅμοιον ὡς εἰ καὶ ἔφασαν· Ἕστι μὲν γάρ τινας ἰδεῖν ἐν ἀνθρώποις ἀξιωμάτων φαιδρότητι διαπρέποντας· ταῖς ἐκ πλούτου δορυφορίαις ἠρμένους ὑψοῦ, καὶ εὐρυνομένους ἤγουν, καὶ καθ' ἕτερόν τινα τρόπον, ἐν ἐπιγείοις ὄντας ὑπεροχαῖς. Ἀλλ' οὐδὲ ἐν τούτοις ἦν ὁ Ἐμμανουὴλ, ἀλλ' ἐν σμικρᾷ καὶ κατεῤῥιμμένῃ τάξει, ὥστε δοκεῖν ἡττᾶσθαι τῶν ἄλλων ἀνθρώπων. Καὶ ἀληθὴς ὁ λόγος. Οὐ γὰρ πλουσίας ἐξέφυ μητρὸς τῆς ἁγίας Παρθένου, ἀλλὰ διὰ πάντων ἦλθε τῶν μικρῶν, ἵνα ὑψώσῃ τὸ ταπεινὸν, καὶ ζηλωτὸν ἀποφήνῃ τὸ ἄτιμον. Καὶ καθ' ἕτερον δὲ λόγον, Θεὸς ὢν Κύριος καὶ βασιλεὺς τῶν ὅλων, ποίας ἂν ἐδεήθη τῆς ἐν ἀνθρώποις λαμπρότητος; Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν· ὅτι ἀπέστραπται τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη, καὶ οὐκ ἐλογίσθη. Εἰπόντες, ὅτι καὶ Εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος, οὐδὲ κάλλος, ἐν ποίᾳ καταστάσει τεθέανται προσώπου τὸν κηρυττόμενον, διαγγέλλουσι σαφῶς. Ἔοικε γὰρ ἀνθρώπῳ, φασὶν, ἐν πληγῇ μὲν ὄντι, γενναίως δὲ φέροντι μαλακίαν, τουτέστι κάκωσιν. ἤτοι τὸ πάσχειν κακῶς. Κατηφὲς γὰρ ἴσως τὸ τοῦ Σωτῆρος τεθέανται πρόσωπον, καὶ οἷον ἐν θορύβοις ὄντος καὶ πτοίαις, ἅτε δὴ καὶ μέλλοντος ἤδη παθεῖν τὸν ἐπὶ ξύλου θάνατον· ὅτε καὶ ἔφασκεν, ὁτὲ μὲν, ὅτι «Νῦν ἡ ψυχή μου τετάρακται·» ὁτὲ δὲ πάλιν· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. —Καὶ τί εἴπω; Πάτερ, σῶσόν με ἐκ τῆς ὥρας ταύτης· ἀλλὰ διὰ τοῦτο ἦλθον εἰς τὴν ὥραν ταύτην.» Ἔφη δέ τις καὶ τῶν ἁγίων εὐαγγελιστῶν, ὅτι γεγονότος ἐγγὺς τοῦ καιροῦ, καθ' ἃν ἔμελλε παθεῖν, ἤρξατο λυπεῖσθαι καὶ ἀδημονεῖν. Καίτοι γὰρ φύσει Θεὸς ὑπάρχων ὁ μονογενὴς τοῦ Πατρὸς Λόγος, καὶ παθῶν, καὶ λύπης, καὶ πάντων ἁπαξαπλῶς τῶν τοιούτων ἀνεπίδεκτος ὢν, συνεχώρει τῇ καθ' ἡμᾶς φύσει τὸ μὴ ἀναλγήτως ἔχειν ἐμβάλλοντος τοῦ πειρασμοῦ, διὰ πάντων ἀποδεικνὺς, ὅτι γέγονε καθ' ἡμᾶς, καὶ οὐ, καθὰ φρονεῖν ἔδοξέ τισι, σκιὰ καὶ εἴδωλον ἦν ἐπὶ γῆς ὁρώμενος, καὶ αὐτόχρημα γέγονεν ἄνθρωπος. Ἀπέστραπται δὲ,