Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1176
Not analysed yet
θάνατον, ὅλην ἠλευθέρωσε τὴν ὑπ' οὐρανὸν, καὶ θανάτου, καὶ ἁμαρτίας. Εἶς γὰρ ὁ πάντων ἀνταξιώτερος πέπονθεν ὑπὲρ πάντων, ἵνα πάντων κρατῇ τε καὶ βασιλεύῃ. Καὶ πιστώσεται πάλιν ὁ Παῦλος γράφων· «Διὰ τοῦτο Χριστὸς ἀπέθανε καὶ ἔζησεν, ἵνα καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ.» Καὶ πάλιν· «Εἶς ὑπὲρ πάντων ἀπέθανεν, ἵνα οἱ ζῶντες μηκέτι ἑαυτοῖς ζῶσιν, ἀλλὰ τῷ ὑπὲρ αὐτῶν ἀποθανόντι καὶ ἐγερθέντι.» Ὀρθῶς οὖν ὁ προφήτης φησὶν, ὅτι «Οὗτος ὁ ἐν πληγῇ ὢν ὁ εἰδὼς φέρειν μαλακίας, ὁ ἀπεστραμμένον ἔχων τὸ πρόσωπον, ὁ ἀτιμασθεὶς, καὶ μὴ λογισθεὶς, τὰς ἡμῶν ἁμαρτίας φέρει, καὶ περὶ ἡμῶν ὀδυνᾶται, καὶ ἡμεῖς ἐλογισάμεθα αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει.» Ἄθρει δή μοι πάλιν, μεθ' ὅσης εὐτεχνίας ὁ προφητικὸς ἐν τούτοις πρόεισι λόγος. Ὑποπλάττεται γὰρ πρόσωπον τῶν μὴ εἰδότων τὸ Χριστοῦ μυστήριον, οἰηθέντων δὲ ὅτι γέγονεν ἐν τῷ παθεῖν, ὡς ἰδίων ἁμαρτημάτων ἀποστήσων. Ἐλογισάμεθα γὰρ αὐτὸν εἶναι ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει, φησὶ, τουτέστιν, ἐνομίσαμεν θεήλατον ἐπ' αὐτῷ συμβῆναι τὸ πάθος, ὡς διά τινας ἁμαρτίας, ταύτης τε ἕνεκα τῆς ἁμαρτίας ἐν πόνῳ, καὶ ἐν πληγῇ, καὶ ἐν κακώσει γενέσθαι. Τὸ δὲ οὐχ οὕτως ἔχει ποθὲν, ἀλλ' ἐτραυματίσθη μᾶλλον διὰ τὰς ἁμαρτίας ἡμῶν, καὶ μεμαλάκισται διὰ τὰς ἀνομίας ἡμῶν. Εἶτα καὶ ἑτέρους ἀποδίδωσι λόγους, δι' ὧν ἔστιν ἰδεῖν, ὅτι τῆς ἡμετέρας ἕνεκα σωτηρίας, καὶ ζωῆς, γέγονεν ἐν τῷ παθεῖν ὁ μὴ εἰδὼς ἁμαρτίαν. Πάλαι μὲν γὰρ διειστήκειμεν εἰς ἔχθραν τῷ Θεῷ, τοῖς ἱεροῖς αὐτοῦ μαχόμενοι νόμοις, καὶ τὸν τῆς εὐπειθείας οὐκ ἔχοντες ζυγὸν, καὶ τὸ δουλεύειν αὐτῷ παραιτούμενοι. Ἀλλ' ἦν ἀναγκαῖον, φησὶ, μάστιγι παιδεύεσθαι τοὺς εἰς τοῦτο θράσους ὠλισθηκότας· ἵνα τῶν φαύλων ἀποφοιτήσαντες, καταλύσωμεν τὴν ἔχθραν, καὶ εἰρηνεύσωμεν πρὸς Θεὸν, διά γε τοῦ καθυφεῖναι μὲν αὐτῷ τὸν αὐχένα, πειρᾶσθαι δὲ κατορθοῦν τὸ ἀρέσκον αὐτῷ. Ἀλλ' αὕτη, φησὶν, ἡ παιδεία, ἣν ἐπενεχθῆναι μᾶλλον ἐχρῆν τοῖς ἡμαρτηκόσιν, ἵνα καταλλάξειαν πολεμοῦντες Θεῷ, ἦλθεν ἐπ' αὐτόν. Καὶ τοῦτο, οἶμαι, τὸ, Παιδεία εἰρήνης ἡμῶν ἐπ' αὐτόν. Σαφέστερον δὲ καθίστησι τὴν τοῦ προκειμένου διάνοιαν, ἐπενεγκὼν εὐθὺς, Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν. Πέπονθε γὰρ, ὡς ἔφην, ὑπὲρ ἡμῶν. Πάντες μὲν γὰρ ὡς πρόβατα ἐπλανήθημεν· ἄνθρωπος τῇ ὁδῷ αὐτοῦ ἐπλανήθη, καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν. Οὐκοῦν πεπλανήμεθα μὲν ἡμεῖς, ἀπέστημεν Θεοῦ ζῶντος, κατακολουθήσαντες ταῖς ἑαυτῶν ἡδοναῖς. Ὁ δέ γε τῶν ὅλων Κύριος, τουτέστιν ὁ Θεὸς καὶ Πατὴρ, διὰ τὰς ἡμῶν ἁμαρτίας παρέδωκεν αὐτὸν, ἵνα ἡμᾶς ἀπαλλάξῃ δίκης, καὶ διασώσῃ πιστεύσαντας. Καὶ τοῦτο εἰδὼς αὐτὸς ἔφη Χριστός· «Οὕτω γὰρ ἠγάπησεν ὁ Θεὸς τὸν κόσμον, ὥστε τὸν Υἱὸν αὐτοῦ τὸν μονογενῆ ἔδωκεν, ἵνα πᾶς ὁ πιστεύων εἰς αὐτὸν μὴ ἀπώληται, ἀλλ' ἕξῃ ζωὴν αἰώνιον.»