Ancient Greek · ~9 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1177
Not analysed yet
Καὶ αὐτὸς δὲ διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος αὐτὸν ἄφωνος, οὕτως οὐκ ἀνοίγει τὸ στόμα αὐτοῦ. Ἐν τῇ ταπεινώσει ἡ κρίσις αὐτοῦ ἤρθη· τὴν δὲ γενεὰν αὐτοῦ τίς διηγήσεται; Ὅτι αἴρεται ἀπὸ τῆς γῆς ἡ ζωὴ αὐτοῦ· ἀπὸ τῶν ἀνομιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον. Ἐμφανὴς μὲν λίαν τῶν προκειμένων ὁ νοῦς, εἰρήσεται δὲ καὶ οὕτως ἀνὰ μέρος ἕκαστα πρὸς ἡμῶν, μὴ ἄρα πως καὶ ἀσυμφανὲς εἶναί τι δόξειεν ἔσθ' ὅτε τισίν. Ἐκρίνετο μὲν γὰρ παρὰ τοῖς τῶν Ἰουδαίων καθηγηταῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς Χριστός. Εἶτά τινες ἦκον εἰς μέσον συκοφαντοῦντες αὐτὸν, καί τινα παρ' αὐτοῦ κατὰ τῆς τοῦ Θεοῦ δόξης εἰρῆσθαι διαβεβαιούμενοι. Ἀλλ' οὐδὲν πρὸς ταῦτα Χριστὸς ἀπεκρίνατο· ἠπίστατο γὰρ ὀνήσουσαν μὲν οὐδὲν παντελῶς τὴν ἀπολογίαν· ἐκρίνετο γὰρ παρ' ἐχθροῖς. Ὅτι δὲ θερμοτέροις κατ' αὐτοῦ κεχρήσονται θυμοῖς Υἱὸν ἑαυτὸν εἶναι λέγοντος τοῦ Θεοῦ, Σωτῆρά τε καὶ Λυτρωτὴν τῆς ὑπ' οὐρανὸν, οὐκ ἠγνόησε πάλιν. Σεσίγηκε τοίνυν, παρά γε αὐτοῖς καὶ Πιλάτῳ κρινόμενος, πλὴν ὀλίγα καὶ μόλις εἰπὼν, εἰς τὸ ἀπροφάσιστον αὐτοῖς καταστῆσαι τὴν ἁμαρτίαν. Ὁ μὲν γὰρ ἀπηνὴς καὶ ἀνόσιος Καϊάφας ἤρετο λέγων· «Ὁρκίζω σε κατὰ τοῦ Θεοῦ τοῦ ζῶντος ἵνα ἡμῖν εἴπῃς, εἰ σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ.» Ὁ δὲ πρὸς τοῦτο εὐθύς· «Ἀπάρτι ὄψεσθε τὸν Υἱὸν τοῦ ἀνθρώπου καθήμενον ἐκ δεξιῶν τῆς δυνάμεως, καὶ ἐρχόμενον ἐπὶ τῶν νεφελῶν τοῦ οὐρανοῦ.» Ἤρετο δὲ καὶ Πιλάτος, εἰ βασιλεύς ἐστι τοῦ Ἰσραὴλ, καὶ πρός γε ταῦτα Χριστός· «Σὺ εἶπας τοῦτο.» Ἐντεῦθεν ταῖς τῶν Ἰουδαίων ἀπονοίαις σύνδρομος ἦν ὁ Πιλάτος· καὶ μαστιγώσας τὸν Ἰησοῦν, ἀποφέρειν ἐκέλευσε τοῖς ὑπ' αὐτὸν στρατιώταις λῃσταῖς ἀναμὶξ ἐπὶ τὸ χρῆναι παθεῖν τὸν ἐπὶ τῷ σταυρῷ θάνατον. Ἀληθὲς οὖν, ὅτι, καθά φησιν ὁ προφήτης, Διὰ τὸ κεκακῶσθαι οὐκ ἀνοίγει τὸ στόμα. Μυρία γὰρ ὅσα πεπονθὼς κατὰ τὸν τῆς συλλήψεως καιρὸν, ὕβρεις τε ὑπομείνας, καὶ ἐμπτύσματα, καὶ τὰ ἐκ τῶν ἀνοσίων ὑπηρετῶν ῥαπίσματα, ἕτερά τε πρὸς τούτοις, ἅπερ ἦν εἰκὸς δύνασθαι κακῶς διαθεῖναι τὸν πεπονθότα, προσεκομίσθη τῷ Πιλάτῳ. Ἀπὸ δὴ τοῦ κεκακῶσθαι, φησὶν, οὐκ ἀνοίγει τὸ στόμα· ἀλλ' ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς