Ancient Greek · ~10 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.12
Not analysed yet
σπουδάσμασιν ἱδρῶτα καὶ πόνον τῆς ἐν τῷ ῥέγχειν ἀργείας ἀμείνω τε εἶναι πεπιστευκὼς, καὶ οὐκ εἰσάπαν ἀπειρηκὼς τὴν ἐλπίδα, τοῦ καὶ ἔσθ' ὅτε καινὸν καὶ ἐξηλλαγμένον προσευρεῖν τι δύνασθαι, κατευρύνοντος Θεοῦ τὴν ἔν γε τοῖς θεωρήμασι τρίβον. Γέγραπται γὰρ, ὅτι «Πλατεῖα ἡ ἐντολή σου σφόδρα.» Προφητεύει τοίνυν ὁ μακάριος Ἡσαΐας ἐν καιροῖς βασιλείας Ὀχοζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου. Καὶ φέρε τῶν ἑκάστου καιρῶν διαμνημονεύσωμεν, διεβίω τε ὅπως ἐπιδρομάδην λέγωμεν. Εἰσόμεθα γὰρ ἐντεῦθεν, ὅτι τοῖς δρωμένοις κατὰ καιροὺς πρέπων τέ ἐστι καὶ ἁρμοδιώτατος τῆς προφητείας ὁ λόγος. Γέγονε τοίνυν εὐσεβὴς ἀνὴρ ὁ Ὀζίας, ὁ καὶ Ὀχοζίας, προβέβηκε δὴ ὁμοῦ δόξης τε καὶ ἰσχύος εἰς τοῦτο, ὡς κατακρατῆσαι τῶν ἐθνῶν τῶν προσηκόντων τὴν Ἰουδαίαν, καὶ μὴν καὶ δασμοὺς ἐπιθεῖναι πολλοῖς, καὶ σκήπτροις ἰδίοις ὡς ἐξ ἀνάγκης ὑπενεγκεῖν, ἀναδείμασθαί τε πόλεις, καὶ προσλαβεῖν ἑτέρας, καὶ συνάψαι τοῖς ὁρίοις τῆς Ἰουδαίων γῆς. Εἶτά τι πέπονθε τῶν ἀνθρωπίνων. Ἀπὸ γάρ τοι τῆς ἄγαν τρυφῆς, καὶ τῇ τῆς εὐκλείας ὑπεροχῇ νενικημένος, τρόπον τινὰ πεφρόνηκεν ὑψηλὰ, καὶ τῇ τῆς ὑπεροψίας νόσῳ κεκρατημένος, καὶ αὐτοῦ τοῦ θείου κατεξανέστη νόμου. ᾨήθη γὰρ δεῖν καὶ τοῖς τῆς θείας ἱερωσύνης αὐχήμασιν ἑαυτὸν στεφανοῦν. Ἐπεχείρησε γὰρ εἰς τὸν θεῖον εἰσελάσαι ναὸν, αὐτὸς δὲ δι' ἑαυτοῦ θυμιᾷν τῷ Θεῷ καὶ πληροῦν ἐκνόμως τὰ νενομισμένα. Ταύτης ἕνεκα τῆς αἰτίας λελέπρωται παραχρῆμα, καὶ ἦν ἀτιμότατος· μιαρὸς γὰρ κατὰ νόμον ὁ τῷ τῆς λέπρας πάθει κατισχυμένος. Εἶτα διαδέχεται τὴν τοῦ Ὀζίου βασιλείαν ὁ ἐξ αὐτοῦ γεγονὼς Ἰωάθαμ, φιλόθεος μὲν ἀνὴρ, πλὴν οὐκ ἐξῇρε, φησὶ, τὰ ὑψηλὰ, ἀλλ' ἔθυον ἔτι τοῖς ἔργοις τῶν ἰδίων χειρῶν οἱ ἐξ Ἰσραὴλ, ὄρη τε καὶ βουνοὺς καταλαμβάνοντες, ὑποκάτω δρυὸς, καὶ λεύκης, καὶ δένδρου σκιάζοντος, καθά φησιν Ὠσηὲ, ὅτι καλὸν σκέπη. Τελευτήσαντος δὲ Ἰωάθαμ διαδέχεται τὸ σκῆπτρον ὁ Ἄχαζ ἀνὴρ βδελυρώτατος, καὶ θεομισὴς, καὶ τῆς εἰς ἄκρον φαυλότητος ἡκούσης ἔμπλεως. Οὗτος καὶ αὐτὸν τὸν θεῖον ἔκλεισε ναὸν, καὶ ταῖς κατὰ νόμον θυσίαις οὐκ ἠφίει καταγεραίρεσθαι τὸν τῶν ὅλων Θεὸν, κεκώλυκε δὲ καὶ τὰς ἐξ ἔθους τῶν Ἰουδαίων ἑορτὰς, καὶ ἐν παντὶ τόπῳ τῆς Ἱερουσαλὴμ βωμοὺς ἀναστήσας προσκυνεῖν ἐκέλευε τὰ χειρόκμητα, καὶ λατρεύειν τὴν στρατιὰν τοῦ οὐρανοῦ· καὶ μὴν καὶ τὰ ἴδια τέκνα διήγαγεν ἐν πυρὶ, τουτέστι, κατέκαυσεν εἰς θυσίαν τοῖς ἀκαθάρτοις δαίμοσι, καὶ ἁπαξαπλῶς εἰπεῖν, τρόπος αὐτῷ δυσσεβείας ἀνεπιτήδευτος ἦν οὐδείς. Εἶτα μετὰ τοῦτον βεβασίλευκεν Ἐζεχίας ἀνὴρ εὐσεβὴς καὶ φιλόθεος, καὶ δικαιοσύνης πρύτανις, καὶ παντὸς ἀγαθοῦ ζηλωτὴς, καὶ τῶν θείων θελημάτων ἐργάτης. Οὗτος τοῦ Ἄχαζ παρανομήμασιν πᾶν πράττεσθαί τε καὶ ἰσχύειν ἐκέλευεν· ἀνῆκε μὲν γὰρ τὰς τοῦ ναοῦ θύρας, εἶτα θυσίας, καὶ σπονδὰς διετύπου προσάγεσθαι τῷ Θεῷ, καὶ ταῖς κατὰ νόμον ἱερουργίαις γεραίρεσθαι· καὶ μὴν καὶ δίχα χρόνων μακρῶν