Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.13
Not analysed yet
τὸν ἐπὶ τῷ Πάσχα νόμον ἀνανεώσασθαι ὁρᾶται. Καθεῖλε τεμένη, καὶ βωμοὺς, καὶ χειρόκμητα, γνώστας τε καὶ ψευδομάντεις, καὶ τὰς τῶν ἐπῳδῶν ἀγέλας ἠρεμεῖν ἐκέλευσε, καὶ ἦν ἀνὴρ ἀγαθὸς ἐν ὀφθαλμοῖς τοῦ Θεοῦ. Οὐκοῦν ἐπειδήπερ ἐν καιροῖς βασιλείας τῶν ἀρτίως ἡμῖν εἰρημένων, ποτὲ μὲν ὠξύνετο πρὸς ὀργὰς ὁ τῶν ὅλων Θεὸς, εἰδωλολατροῦντος τοῦ Ἰσραήλ· ποτὲ δὲ καὶ ἐμαλάσσετο πρὸς τὸ ἥμερον, μεταπλαττομένου πρὸς εὐσέβειαν διὰ τῆς τοῦ κρατοῦντος ἐπιεικείας· ταύτῃ τοι μέμικται τῆς προφητείας ὁ λόγος, καὶ πλείστην μὲν ὅσην ἔσθ' ὅτε ποιεῖται τὴν ἀπειλὴν, ὡς δυσσεβοῦντος τοῦ Ἰσραὴλ, ὑποσχέσεως δὲ τῆς ἐπ' ἀγαθοῖς εἰσκομίζει λόγον. Διαμέμνηται δὲ πανταχοῦ τῆς διὰ τοῦ Χριστοῦ λυτρώσεως, καὶ φησὶν ὅτι κατὰ καιροὺς μὲν ἔσται τῆς πρὸς Θεὸν οἰκειότητος ἀπόπεμπτος ὁ Ἰσραὴλ, εἰσδεχθήσεται δὲ τῶν ἐθνῶν ἡ πληθὺς δικαιουμένη διὰ τῆς πίστεως τῆς ἐν Χριστῷ. Ὥστε μοι δοκεῖ στεφανοῦν εὖ μάλα τὸν μακάριον προφήτην Ἡσαΐαν, οὐχὶ τῇ τῆς προφητείας χάριτι μόνῃ, ἀλλὰ γὰρ καὶ τοῖς ἀποστολικοῖς αὐχήμασιν. Ἐν ταὐτῷ γὰρ ἔστιν προφήτης τε ἅμα, καὶ ἀπόστολος, καὶ τῆς τῶν εὐαγγελικῶν κηρυγμάτων φαιδρότητος οὐκ ἠμοιρηκότας τοὺς τῆς ἑαυτοῦ συγγραφῆς ποιήσεται λόγους. ΛΟΓΟΣ Αʹ. Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, ἣν εἶδε κατὰ τῆς Ἰουδαίας, καὶ κατὰ Ἱερουσαλὴμ ἐν βασιλείᾳ Ὀζίου, καὶ Ἰωάθαμ, καὶ Ἄχαζ, καὶ Ἐζεκίου οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας. Οὐκ ἂν οἶμαι διαψεύσαιτό τις ἐκεῖνο εἰπὼν περὶ τῶν ἁγίων προφητῶν, ὡς οὐ μόνην ἐδέχοντο τῶν ἐσομένων τὴν γνῶσιν, καταλαμπρύνοντος τὸ χρῆμα αὐτοῖς τοῦ ἁγίου Πνεύματος, καὶ ἐνηχοῦντος εἰς νοῦν, ἀλλὰ γὰρ καὶ αὐτῶν ἔσθ' ὅτε τῶν πραγμάτων εἰπὼν ὅτι ἐγίνοντο θεωροί. Ἔοικε τοίνυν ὁ μακάριος προφήτης Ἡσαΐας τοῖς τῆς διανοίας ὄμμασι τὰ κατὰ καιροὺς ἐσόμενα κατὰ τῆς Ἰουδαίας τεθεᾶσθαι πάθη, τοῦτο μὲν τὰς τῶν πολεμίων φάλαγγας καταδῃούσας τὴν γῆν, τοῦτο δὲ τὰς πόλεις ἠρημωμένας, καὶ οἴκους ἐμπιπραμένους, καὶ ὅσα τοῖς τοῦ πολέμου νόμοις πράττεται παρ' ἐχθρῶν ταύτῃ τοι προγέγραπται τῆς προφητείας· «Ὅρασις ἣν εἶδεν Ἡσαΐας υἱὸς Ἀμὼς, κατὰ τῆς Ἰουδαίας καὶ κατὰ Ἱερουσαλήμ.» Ἐπισημαίνεται δὲ χρησίμως τοὺς τῶν βασιλέων καιροὺς, ἵνα φαίνηται Θεὸς προσφόρως τοῖς ἑκάστου τρόποις τὰ ἐν τῷ προφήτῃ λαλῶν. Ἄκουε, οὐρανὲ, καὶ ἐνωτίζου, γῆ, ὅτι Κύριος ἐλάλησεν, Υἱοὺς ἐγέννησα καὶ ὕψωσα, αὐτοὶ δέ με ἠθέτησαν. Ἔγνω βοῦς τὸν κτησάμενον, καὶ ὄνος τὴν φάτνην τοῦ κυρίου αὐτοῦ· Ἰσραὴλ δέ με οὐκ ἔγνω, καὶ ὁ λαός με οὐ συνῆκεν. Τί τὸ χρῆμα, τίς ὁ λόγος, καὶ τί ἂν βούλοιτο δηλοῦν περιαθρεῖν ἀναγκαῖον. Διαμαρτύρεται γὰρ ὥσπερ οὐρανόν τε καὶ γῆν ὁ μακάριος προφήτης, καὶ τοῦτο πράττων οὐκ ἀθεεὶ, πλὴν, οὐκ ἰδίους, Θεοῦ δὲ μᾶλλον εἶναι τοὺς λόγους φησίν. Ὅτι πάντη τε καὶ πάντως πρὸς πέρας ἐκβήσονται διὰ τούτου σημαίνων, καὶ τοῖς τοῦ παθεῖν δείμασι καταπτοῶν τοὺς ἀκροωμένους. Ἀμήχανον γὰρ ψευδοεπῆσαι Θεόν· ὁμοῦ δὲ κἀκεῖνο, καθάπερ ἐγᾦμαι, κατασκευάζων. Ἐπειδὴ γὰρ ἔμελλεν τὰς κατὰ τῆς Ἰουδαίας καὶ