Ancient Greek · ~11 min
Volume 70
Cyrillus Theol., Commentarius in Isaiam prophetam 70.1228
Not analysed yet
Πατρὸς τὸ ὄνομα τὸ ὑπὲρ πᾶν ὄνομα. Καὶ γοῦν ἔφη πρὸς αὐτόν· «Πάτερ, δόξασόν με τῇ δόξῃ, ᾗ εἶχον πρὸ τοῦ τὸν κόσμον εἶναι παρὰ σοί.» Ζητήσατε τὸν Θεὸν, καὶ ἐν τῷ εὑρίσκειν αὐτὸν, ἐπικαλέσασθε. Ἡνίκα δ' ἂν ἐγγίζῃ ὑμῖν, ἀπολιπέτω ὁ ἀσεβὴς τὴν ὁδὸν αὐτοῦ, καὶ ἀνὴρ ἄνομος τὴν βουλὴν αὐτοῦ, καὶ ἐπιστραφήτω πρὸς Κύριον, καὶ ἐλεηθήσεται, ὅτι ἐπὶ πολὺ ἀφήσει τὰς ἁμαρτίας ὑμῶν. Τῆς εἰς αὐτὸν πίστεως τὴν ὁδὸν ἐναργῆ καθιστὰς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς, ἔφη που πρὸς Ἰουδαίους· «Μὴ γογγύζετε μετ' ἀλλήλων. Οὐδεὶς δύναται ἐλθεῖν πρὸς μὲ, ἐὰν μὴ ὁ Πατὴρ πέμψας με ἑλκύσῃ αὐτόν.» Εἰσφέρεται δὲ καὶ τὸ αὐτοῦ πρόσωπον τοῦ Πατρὸς, οὕτω λέγον πρὸς τὸν Υἱόν· «Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.» Ἐχθροὺς γὰρ ὄντας τοὺς πεπλανημένους ποτὲ, καὶ τοῖς τοῦ κόσμου στοιχείοις λατρεύοντας, καὶ τοῖς τῆς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνισχημένους, ὑπέθηκεν ὁ Πατὴρ τῷ Υἱῷ. Καὶ οὐ δή που φαίη τις ἂν, ὡς ἀδυνάτως ἔχοντι προσνέμων [ἴσ. προσνέμειν] τὸ χρῆμα. Πάντα γὰρ ἐνεργεῖ, καὶ αὐτός ἐστιν ἡ τοῦ τεκόντος δεξιὰ πανσθενὴς καὶ ἀλκιμωτάτη. Ἐπειδὴ δὲ τὸ τῆς ἀνθρωπότητος μέτρον, καὶ εἰς τὸ χρῆναι λαβεῖν κέκληκεν αὐτὸν οἰκονομικῶς, ταύτης ἕνεκα τῆς αἰτίας ὁ Πατὴρ λέγεται πάντας ὑποφέρειν, ὡς ἰδίᾳ δυνάμει, καὶ σοφίᾳ τῷ Υἱῷ· δυναμοῖ γὰρ δι' αὐτοῦ τὸ ἠσθενηκὸς, καὶ σοφοῖ τὸ ἀσύνετον· καὶ οὐκ ἄν τις νοῦν ἔχων οἰηθείη ποτὲ μὴ δεδυνῆσθαι τὸν Υἱὸν ὑποτάξαι τινὰ ἑαυτῷ· διαλογιεῖται δὲ μᾶλλον ὅτι πάντα δι' αὐτοῦ, καθάπερ ἔφην ἀρτίως, ὁ Θεὸς καὶ Πατὴρ ἐργάζεται. Τί οὖν ἄρα καὶ νῦν βούλεται τῆς προφητείας ὁ λόγος; Εἰσκομίζει τὸ τοῦ Πατρὸς πρόσωπον, ἐπιφωνῶν καὶ λέγων ταῖς τῶν ἐθνῶν ἀγέλαις· Ζητήσατε τὸν Θεὸν, ὃν ἀρτίως ἔφη μαρτύριον δεδόσθαι τοῖς ἔθνεσιν, ἄρχοντά τε αὐτῶν, καὶ προστάττοντα· τοῦτον εὐθὺς καὶ Θεὸν ἀποκαλεῖ, καὶ ζητεῖσθαι προστέταχεν. Ἡ δὲ ζήτησις οὐ τοπική· τὸ γὰρ Θεῖον ἀσώματον, καὶ οὐκ ἐν τόπῳ νοεῖται. Πληροῖ γὰρ ἅπαντα, καὶ οὐδενὸς τῶν ὄντων ἀποδημεῖ, ἀλλ' ὡς ἐν προθυμίᾳ ψυχῆς οἰκειότητα διψώσης τὴν πρὸς αὐτὸν διὰ τῶν εἰς εὐσέβειαν σπουδασμάτων, καὶ θεογνωσίας τῆς ἀληθοῦς. Πρέποι γὰρ ἂν ἡ τοιαύτη ζήτησις τοῖς ἔτι μακρὰν, καὶ ἀφεστηκόσιν αὐτοῦ, μεσολαβούσης δηλονότι τῆς ἁμαρτίας, καὶ τῆς ἐνεργούσης αὐτοῖς ἀγνοίας, ὧν ἐκ μέσου γεγενημένων ἐγγὺς ἔσονται Θεοῦ. Οὕτω γάρ που καὶ ὁ πάνσοφος Παῦλος τοῖς ἐξ ἐθνῶν ἐπιστέλλει, λέγων· «Νυνὶ δὲ οἵ ποτε ὄντες μακρὰν ἐγενήθητε ἐγγύς.» Οὕτω ζητεῖται πρὸς ὑμῶν ὁ τῶν ὅλων Θεός. Ἀλλ' ἐν τῷ εὑρίσκειν, ἐπικαλέσασθε, φησί. Τὸ δὲ, ἐπικαλέσασθε, κατασημήνειεν ἂν ἕτερον οὐδὲν, πλὴν ὅτι τὸ, ὡς Θεὸν ὑμνήσατε, καὶ ζητεῖτε παρ' αὐτοῦ δύναμίν τε καὶ προθυμίαν ἀποχρῶσαν ὑμῖν εἰς ἐπιστροφήν. Αἰτήσατε παρ' αὐτοῦ τὴν λύτρωσιν, καὶ τὸ δύνασθαι διαφυγεῖν τὰ τῆς ἁμαρτίας δεσμὰ,